Fragmenta
Numenius of Apamea
Numenius of Apamea. Fragmenta Philosophorum Graecorum, Vol. 3. Mullach, Friedrich Wilhelm August, editor. Paris: Firmin-Didot, 1881.
1 Ἐπὶ μὲν τοίνυν Σπεύσιππον τὸν Πλάτωνος μὲν ἀδελφιδοῦν, Ξενοκράτην δὲ τὸν διάδοχον τοῦ Σπευσίππου, Πολέμωνα δὲ τὸν ἐκδεξάμενον τὴν σχολὴν παρὰ Ξενοκράτους ἀεὶ τὸ ἦθος διετείνετο τῶν δογμάτων σχεδόν τι ταὐτόν, ἕνεκά γε τῆς μήπω ἐποχῆς ταυτησὶ τῆς πολυθρυλλήτου τε, καὶ εἰ δή τινων τοιούτων ἄλλων. Ἐπεὶ εἴς γε τὰ ἄλλα πολλαχῆ τὰ μὲν παραλύοντες ᵃ, τὰ δὲ στρεβλοῦντες, οὐκ ἐνέμειναν τῇ πρώτῃ διαδοχῇ· ἀρξάμενοι δὲ ἀπ’ ἐκείνου, καὶ θᾶττον καὶ βράδιον διίσταντο προαιρέσει ἢ ἀγνοίᾳ, τὰ δὲ δή τινι αἰτίᾳ ἄλλῃ, οὐκ ἂν φιλοτίμῳ ἴσως. Καὶ οὐ μὲν βούλομαί τι φλαῦρον εἰπεῖν διὰ Ξενοκράτη, μᾶλλον μὴν ὑπὲρ Πλάτωνος ἐθέλω. Καὶ γάρ με δάκνει, ὅτι μὴ πᾶν ἔπαθόν τε καὶ ἔδρων, σώζοντες τῷ Πλάτωνι κατὰ πάντα [πάντη] πᾶσαν ὁμοδοξίαν. Καίτοι ἄξιος ἦν αὐτοῖς ὁ Πλάτων, οὐκ ἀμείνων μὲν Πυθαγόρου τοῦ μεγάλου, οὐ μέντοι ἴσως οὐδὲ φλαυρότερος ἐκείνου· ᾧ συνακολουθοῦντες, σεφθέντες τε οἱ γνώριμοι ταθέμενοι. ἐγένοντο πολυτιμητίζεσθαι αἰτιώτατοι τὸν Πυθαγόραν. Τοῦτο δὲ οἱ Ἐπικούρειοι, οὐκ ὤφελον μέν, μαθόντες δ’ οὖν, ἐν οὐδενὶ μὲν ὤφθησαν Ἐπικούρῳ ἐναντία θέμενοι οὐδαμῶς, ὁμολογήσαντες δὲ εἶναι σοφῷ συνδεδογμένοι, καὶ αὐτοὶ διὰ τοῦτο ἀπέλαυσαν τῆς προσρήσεως εἰκότως. Ὑπῆρξέ τε ἐκ τούτου ἐπὶ πλεῖστον τοῖς μετέπειτα Ἐπικουρείοις, μηδ’ αὐτοῖς εἰπεῖν πω ἐναντίον οὔτε ἀλλήλοις, οὔτε Ἐπικούρῳ μηδὲν εἰς μηδέν, ὅτου καὶ μνησθῆναι ἄξιον. Ἀλλ’ ἔστιν αὐτοῖς παρανόμημα, μᾶλλον δὲ ἀσέβημα, καὶ κατέγνωσται τὸ καινοτομηθέν. Καὶ διὰ τοῦτο οὐδεὶς οὐδὲ τολμᾷ· κατὰ πολλὴν δὲ εἰρήνην αὐτοῖς ἠρεμεῖ τὰ δόγματα, ὑπὸ τῆς ἐν ἀλλήλοις ἀεί ποτε συμφωνίας. Ἔοικέ τε ἡ Ἐπικούρου διατριβὴ πολιτείᾳ τινὶ ἀληθεῖ, ἀστασιαστοτάτῃ, κοινὸν ἕνα νοῦν, μίαν γνώμην ἐχούσῃ. Ἀφ’ ἧς ἦσαν, καί εἰσι, καὶ ὡς ἔοικεν, ἔσονται φιλακόλουθοι. Τὰ δὲ τῶν Στωϊκῶν ἐστασίασται, ἀρξάμενα ἀπὸ τῶν ἀρχόντων καὶ μηδέπω τελευτῶντα καὶ νῦν. Ἐλέγχονται δὲ ἀγαπητῶς ὑπὸ δυσνοήτου ἐλέγχου ᵇ, οἱ μέν τινες αὐτῶν ἐμμεμενηκότες ἔτι, οἱ δ’ ἤδη μεταθέμενοι. Εἴξασιν οὖν οἱ πρῶτοι ὀλιγαρχικωτέροις, οἳ δὴ διαστάντες ὑπῆρξαν εἰς τοὺς μετέπειτα πολλῆς μὲν τοῖς προτέροις, πολλῆς δὲ τῆς ἀλλήλοις ἐπιτιμήσεως αἴτιοι, εἰσέτι ἑτέρων ἕτεροι Στωϊκώτεροι. Καὶ
μᾶλλον ὅσοι πλεῖον ἐπὶ τὸ τεχνικὸν ὤφθησαν μικρολόγοι. Αὐτοὶ γὰρ οὗτοι τοὺς ἑτέρους ὑπερβαλλόμενοι τῇ τε πολυπραγμοσύνῃ τοῖς τε σκαριφισμοῖς ᶜ, ἐπετίμων θᾶττον. Πολὺ μέντοι τούτων πρότερον ταὐτὰ ἔπαθον οἱ ἀπὸ Σωκράτους, ἀφελκύσαντες διαφόρους τοὺς λόγους· ἰδίᾳ μὲν Ἀρίστιππος, ἰδίᾳ δὲ Ἀντισθένης· καὶ ἀλλαχοῦ ἰδίᾳ οἱ Μεγαρικοί τε καὶ Ἐρετρικοί, ἢ εἴ τινες ἄλλοι μετὰ τούτων. Αἴτιον δέ, ὅτι τρεῖς θεοὺς τιθεμένου Σωκράτους καὶ φιλοσοφοῦντος αὐτοῖς ἐν τοῖς προσήκουσιν ἑκάστῳ ῥυθμοῖς, οἱ διακούσαντες τοῦτο μὲν ἠγνόουν, ᾤοντο δὲ λέγειν πάντα αὐτὸν εἰκῇ, καὶ ἀπὸ τῆς νικώσης ἀεὶ ᵈ προστυχῶς ἄλλοτε ἄλλης τύχης, ὅπως πνέοι. Ὁ δὲ Πλάτων Πυθαγορίσας, (ᾔδει δὲ τὸν Σωκράτην μηδαμόθεν ἢ ἐκεῖθεν ταῦτα καὶ τοιαῦτα ᵉ εἰπεῖν τε καὶ γνόντα εἰρηκέναι,) ὧδε οὖν καὶ αὐτὸς συνεδήσατο τὰ πράγματα, οὔτε εἰωθότως, οὔτε εἰς τὸ φανερόν ᶠ. Διαγαγὼν δὲ ἕκαστα ὅπη ἐνόμιζεν, ἐπικρυψάμενος ἐν μέσῳ τοῦ δῆλα εἶναι καὶ μὴ δῆλα, ἀσφαλῶς μὲν ἐγράψατο, αὐτὸς δὲ αἰτίαν παρέσχε τῆς μετ’ αὐτὸν στάσεώς τε ἅμα καὶ διολκῆς τῶν δογμάτων, οὐ φθόνῳ μέν, οὐδέ γε δυσνοίᾳ· ἀλλ’ οὐ βούλομαι ἐπὶ ἀνδράσι πρεσβυτέροις εἰπεῖν ῥήματα οὐκ ἐναίσιμα. Τοῦτο δὲ χρὴ μαθόντας ἡμᾶς ἐπενεγκεῖν ἐκεῖσε μᾶλλον τὴν γνώμην, καὶ ὥσπερ ἐξ ἀρχῆς προὐθέμεθα, χωρίζειν αὐτὸν Ἀριστοτέλους καὶ Ζήνωνος, οὕτω καὶ νῦν τῆς Ἀκαδημίας, ἐὰν ὁ θεὸς ἄντιλάβηται, χωρίζοντες, ἐάσομεν αὐτὸν ἐφ’ ἑαυτοῦ νῦν εἶναι Πυθαγόρειον. Ὡς νῦν μανικώτερον, ἢ Πενθεῖ τινι προσῆκε, διελκόμενος πάσχει μὲν κατὰ μέλη, ὅλως δ’ ἐξ ὅλου ἑαυτοῦ μετατίθεταί τε καὶ ἀντιμετατίθεται οὐδαμῶς. Ὡς οὖν ἀνὴρ μεσεύων Πυθαγόρου καὶ Σωκράτους, τοῦ μὲν τὸ σεμνὸν ὑπαγαγὼν μέχρι τοῦ φιλανθρώπου· τοῦ δὲ τὸ κομψὸν τοῦτο καὶ παιγνιῆμον ἀναγαγὼν ἀπὸ τῆς εἰρωνείας εἰς ἀξίωμα καὶ ὄγκον, καὶ αὐτὸ τοῦτο κεράσας Σωκράτει Πυθαγόραν, τοῦ μὲν δημοτικώτερος, τοῦ δὲ σεμνότερος ὤφθη. Ἀλλ’ οὐ γάρ τι ταῦτα διαιτήσων ἦλθον, μὴ περὶ τούτων οὔσης νῦν μοι τῆς ζητήσεως. Ἃ δὲ προὐδέδοκτο, καὶ εἶμι ἐκεῖσε, ἢ δὴ φροῦδος ἀναδραμεῖν δοκῶ μοι, μὴ καί που ἀποκρουσθῶμεν τῆς ὁδοῦ τῆς φερούσης. Πολέμωνος δὲ ἐγένοντο γνώριμοι Ἀρκεσίλαος καὶ Ζήνων· πάλιν γὰρ αὐτῶν μνησθήσομαι ἐπὶ τέλει. Ζήνωνα μὲν οὖν μέμνημαι εἰπὼν Ξενοκράτει, εἶτα δὲ Πολέμωνι φοιτῆσαι, αὖθις δὲ παρὰ Κράτητι κυνίσαι. Νυνὶ δὲ αὐτῷ λελογίσθω, ὅτι καὶ Στίλπωνός τε μετέσχε καὶ τῶν λόγων τῶν Ἡρακλειτείων. Ἐπεὶ γὰρ συμφοιτῶντες παρὰ Πολέμωνι ἐφιλοτιμήθησαν ἀλλήλοις, συμπαρέλαβον εἰς τὴν πρὸς ἀλλήλους μάχην, ὁ μὲν Ἡράκλειτον καὶ Στίλπωνα, ἅμα καὶ Κράτητα, ὧν ὑπὸ μὲν Στίλπωνος ἐγένετο μαχητής, ὑπὸ δὲ Ἡρακλείτου αὐστηρός, Κυνικὸς δὲ ὑπὸ Κράτητος· ὁ δ’ Ἀρκεσίλαος Θεόφραστον ἴσχει καὶ Κράντορα τὸν Πλατωνικόν, καὶ Διόδωρον, εἶτα Πύῤῥωνα· ὧν ὑπὸ μὲν Κράντορος πιθανουργικός, ὑπὸ Διοδώρου δὲ σοφιστής, ὑπὸ δὲ Πύῤῥωνος ἐγένετο παντοδαπός, καὶ ἴτης, καὶ οὐδέν. Ὃ καὶ ἐλέγετο περὶ αὐτοῦ ᾀδόμενόν τι ἔπος παράγωγον καὶ ὑβριστικόν·Πρόσθε Πλάτων, ὄπιθεν Πύῤῥων, μέσσος Διό[δωρος.Τίμων δὲ καὶ ὑπὸ Μενεδήμου τὸ ἐριστικόν φησι λαβόντα ἐξαρτυθῆναι, εἴπερ γε δή φησι περὶ αὐτοῦ·
Τοιγὰρ ἔχων ᵍ Μενεδήμου ὑπὸ στέρνοισι μό[λυβδον θεύσεται ἐς ʰ Πύῤῥωνα τὸ πᾶν κρέας, ἢ Διό[δωρον.Ταῖς οὖν Διοδώρου διαλεκτικοῦ ὄντος λεπτολογίαις τοὺς λογισμοὺς τοὺς Πύῤῥωνος καὶ τὸ σκεπτικὸν καταπλέξας, διεκόσμησε λόγου δεινότητι τῇ Πλάτωνος φλήναφόν τινα κατεστωμυλμένον· καὶ ἔλεγε, καὶ ἀντέλεγε, καὶ μετεκυλινδεῖτο κἀκεῖθεν, κἀντεῦθεν, ἑκατέρωθεν, ὁπόθεν τύχοι, παλινάγρετος, καὶ δύσκριτος, καὶ παλίμβολός τε ἅμα, καὶ παρακεκινδυνευμένος, οὐδέν, τε εἰδώς, ὡς αὐτὸς ἔφη, γενναῖος ὤν· εἶτά πως ἐξέβαινεν ὅμοιος τοῖς εἰδόσιν, ὑπὸ σκιαγραφίας τῶν λόγων παντοδαπὸς πεφαντασμένος.
2 Τοῦ τε Ὁμηρικοῦ Τυδείδου ᵃ ὁποτέροις μετείη ἀγνοουμένου, οὔτε εἰ Τρωσὶν ὁμιλέοι, οὔτε εἰ καὶ Ἀχαιοῖς, οὐδὲν ἧττον Ἀρκεσίλαος ἠγνοεῖτο. Τὸ γὰρ ἕνα τε λόγον καὶ ταὐτόν ποτ’ εἰπεῖν, οὐκ ἐνῆν ἐν αὐτῷ, οὐδέ γε ἠξίου ἀνδρὸς εἶναί πω τὸ τοιοῦτο δεξιοῦ οὐδαμῶς. Ὠνομάζετο οὖν δεινὸς σοφιστής, τῶν ἀγυμνάστων σφαγεύς. Ὥσπερ γὰρ αἱ Ἔμπουσαι, ἐν τοῖς φαντάσμασι τοῖς τῶν λόγων, ὑπὸ παρασκευῆς τε καὶ μελέτης ἐφήρμοττεν, ἐγοήτευεν, οὐδὲν εἶχεν εἰδέναι οὔτε αὐτός, οὔτε τοὺς ἄλλους ἐᾷν· ἐδειμάτου δὲ καὶ κατεθορύβει, καὶ σοφισμάτων γε καὶ λόγων κλοπῆς φερόμενος τὰ πρῶτα, κατέχαιρε τῷ ὀνείδει, καὶ ἡβρύνετο ᵇ θαυμαστῶς, ὅτι μήτε τί αἰσχρὸν ἢ καλόν, μήτε ἀγαθόν, μήτε αὖ κακόν ἐστι τί, ᾔδει· ἀλλ’ ὁπότερον εἰς τὰς ψυχὰς πέσοι, τοῦτο εἰπών, αὖθις μεταβαλών, ἀνέτρεπεν ἂν πλεοναχῶς, ἢ δι’ ὅσων κατεσκευάκει. Ἦν οὖν ὕδραν τέμνων ἑαυτόν, καὶ τεμνόμένος ὑφ’ ἑαυτοῦ ἀμφότερα ἀλληλίζων ᶜ δυσκρίτως, καὶ τοῦ δέοντος ἀσκέπτως. Πλὴν τοῖς ἀκούουσιν ἤρκεσεν, ὁμοῦ τῇ ἀκροάσει εὐπρόσωπον ὄντα θεωμένοις. ἦν οὖν ἀκουόμενος καὶ βλεπόμενος ἥδιστος, ἐπεί τῶν τοι προσειθίσθησαν ἀποδέχεσθαι αὐτοῦ τοὺς λόγους τὰ ἰόντας ἀπὸ καλοῦ προσώπου τε καὶ στόματος, οὐκ ἄνευ τῆς ἐν τοῖς ὄμμασι φιλοφροσύνης. Δεῖ δὲ ταῦτα ἀκοῦσαι μὴ ἁπλῶς, ἀλλ’ ἔσχεν ὧδε ἐξ ἀρχῆς. Συμβαλὼν γὰρ ἐν παισὶ Θεοφράστῳ, ἀνδρὶ πράῳ καὶ οὐκ ἀφυεῖ τὰ ἐρωτικά, διὰ τὸ καλὸς εἶναι ἔτι ὢν ὡραῖος, τυχὼν ἐραστοῦ Κράντορος τοῦ Ἀκαδημαϊκοῦ, προσεαὐτὰ χώρησε μὲν τούτῳ, οἷα δὲ τὴν φύσιν οὐκ ἀφυής, τρεχούσῃ
χρησάμενος αὐτῇ, ῥαδίᾳ, θερμουργῷ ὑπὸ φιλονεικίας, μετασχὼν μὲν Διοδώρου εἰς τὰ πεπανουργημένα πιθανὰ ταῦτα τὰ κομψά, ὡμιληκὼς δὲ Πύῤῥωνι· (ὁ δὲ Πύῤῥων ἐκ Δημοκρίτου ὥρμητο ὁπόθεν δήποθενᵈ) οὗτος μὲν δὴ ἔνθεν καταρτυθείς, πλὴν τῆς προσρήσεως, ἐνέμεινε Πύῤῥωνι, ὡς τῇ πάντων ἀναιρέσει. Μνασέας γοῦν, καὶ Φιλόμηλος, καὶ Τίμων οἱ σκεπτικοί, σκεπτικὸν αὐτὸν προσονομάζουσιν, ὥσπερ καὶ αὐτοὶ ἦσαν, ἀναιροῦντα καὶ αὐτὸν τὸ ἀληθές, καὶ τὸ ψεῦδος, καὶ τὸ πιθανόν. Λεχθεὶς οὖν κατ’ ἀξίανᵉ ὑπὸ τῶν Πυῤῥωνείων Πυῤῥώνειος, αἰδοῖ τοῦ ἐραστοῦ ὑπέμεινε λέγεσθαι Ἀκαδημαϊκὸς ἔτι. Ἦν μὲν τοίνυν Πυῤῥώνειος, πλὴν τοῦ ὀνόματος· Ἀκαδημαϊκὸς δ’ οὐκ ἦν, πλὴν τοῦ λέγεσθαι. Οὐ γὰρ πείθομαι, τοῦ Κνιδίου Διοκλέους φάσκοντος ἐν ταῖς ἐπιγραφομέναις διατριβαῖς, Ἀρκεσίλαον φόβῳ τῶν Θεοδωρείων τε καὶ Βίωνος τοῦ σοφιστοῦ, ἐπεισιόντων τοῖς φιλοσοφοῦσι, καὶ οὐδὲν ὀκνούντων ἀπὸ παντὸς ἐλέγχειν, αὐτὸν ἐξευλαβηθέντα, ἵνα μὴ πράγματα ἔχῃ, μηδέν γε δόγμα ὑπειπεῖν φαινόμενον. Ὥσπερ γὰρ τὸ μέλαν τὰς σηπίας, προβάλλεσθαι πρὸ ἑαυτοῦ τὴν ἐποχήν. Τοῦτ’ οὖν ἐγὼ οὐ πείθομαι. Οἱ δ’ οὖν ἔνθεν ἀφορμηθέντες, ὅ τε Ἀρκεσίλαος καὶ Ζήνων, ὑπὸ τῶν τοιούτων ἀρωγῶν, ἀμφοτέροις συμπολεμούντων λόγων, τῆς μὲν ἀρχῆς ὅθεν ἐκ Πολέμωνος ὡρμήθησαν, ἐπιλανθάνονται, διαστάντες δέ γε, καὶ σφέας αὐτοὺς ἀρτύναντες,σύν ῥ’ ἔβαλονᶠ ῥινούς, σὺν δ’ ἔγχεα καὶ μένε’ [ἀνδρῶν χαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι ἔπληντ’ ἀλλήλῃσι, πολὺς δ’ ὀρυμαγδὸς ὀρώρει. Ἀσπὶς ἄρ’ ἀσπίδ’ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δ’ [ἀνὴρ καρπαλίμως ἐβίαζενᵍ. Ἔνθα δ’ ἅμ’ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀν[δρῶν, ὀλλύντων τε καὶ ὀλλυμένωνʰ.Τῶν Στωϊκῶν· οἱ Ἀκαδημαϊκοὶ γὰρ οὐκ ἐβάλλοντο ὑπ’ αὐτῶν, ἀγνοούμενοι ᾗ ἦσαν ἁλῶναι δυνατώτεροι. Ἡλίσκοντοⁱ δέ, τῆς βάσεως αὐτοῖς σεισθείσης, εἰ μήτε ἀρχὴν ἔχοιεν, μήτε μάχεσθαι ἀφορμήν. Τὴν μὲν δὴ ἀρχὴν ἦνᵏ, τὸ μὴ Πλατωνικὰ λέγοντας αὐτοὺς ἐλέγξαι· τὸ δὲ μηδ’ ἔχειν τινὰ ἀφορμήν, ἢν, εἵ πουˡ μόνον ἕν τι μετέστρεψαν ἀπὸ τοῦ ὅρου τοῦ περὶ τῆς καταληπτικῆς φαντασίας ἀφελόντες. Ὅπερ νῦν μὲν οὐκ ἔστι μηνύειν μοι ἐν καιρῷ, μνησθήσομαι δ’ αὐτοῦ αὖθις, ἐπὰν κατὰ τοῦτο μάλιστα γενέσθαι μέλλω. Διαστάντες δ’ οὖν εἰς τὸ φανερόν, ἔβαλλον ἀλλήλους οὐχ οἱ δύο, ἀλλ’ ὁ Ἀρκεσίλαος τὸν Ζήνωνα. Ὁ γὰρ Ζήνων εἶχε δή τι τῇ μάχῃ σεμνὸν καὶ βαρύ, καὶ Κηφισοδώρου τοῦ ῥήτορος οὐκ ἄμεινον· ὃς δὴ [ὁ Κηφισόδωρος], ἐπειδὴ ὑπ’ Ἀριστοτέλους βαλλόμενον ἑαυτῷ τὸν διδάσκαλον Ἰσοκράτην ἑώρα, αὐτοῦ μὲν Ἀριστοτέλους ἦν ἀμαθὴς καὶ ἄπειρος, ὑπὸ δὲ τοῦ καθορᾷν ἔνδοξα τὰ Πλάτωνος ὑπάρχοντα, οἰηθεὶς κατὰ Πλάτωνα τὸν Ἀριστοτέλην φιλοσοφεῖν, ἐπολέμει μὲν Ἀριστοτέλει, ἔβαλλε δὲ Πλάτωνα, καὶ κατηγόρει ἀρξάμενος ἀπὸ τῶν ἰδεῶν, τελευτῶν εἰς τὰ ἄλλα, ἃ οὐδ’ αὐτὸς ᾔδει, ἀλλὰ τὰ νομιζόμενα ἀμφ’ αὐτῶν ᾗ λέγεται ὑπονοῶν. Πλὴν οὗτος μὲν ὁ Κηφισόδωρος, ᾧ ἐπολέμει μὴ μαχόμενος, ἐμάχετο ᾧ μὴ πολεμεῖν ἐβούλετο. Ὁ μέντοι Ζήνων καὶ αὐτός, ἐπειδὴ τοῦ Ἀρκεσιλάου μεθίετο, εἰ μὲν μηδὲ Πλάτωνι ἐπολέμει, ἐφιλοσόφει δήπου ἐμοὶ κριτῇ πλείστου ἀξίως, ἕνεκά γε τῆς εἰρήνηςᵐ ταύτης. Εἰ δ’ οὐκ ἀγνοῶν μὲν ἴσως τὰ Ἀρκεσιλάου, τὰ μέντοι Πλάτωνος ἀγνοῶν, ὡς ἐξ ὧν αὐτῷ ἀνέγραψεν ἐλέγχεται, ἔτιⁿ ἐποίησεν ἐναντία καὐτὸς, μήτε ὃν ᾔδει πλήττων, ὅν τε οὐκ ἐχρῆν, ἀτιμότατα καὶ αἴσχιστα περιυβρικώς, καὶ ταῦτα πολὺ κάκιον ἢ προσήκει κυνί. Πλὴν διέδειξέ γε μὴν μεγαλοφροσύνῃ ἀποσχόμενος τοῦ Ἀρκεσιλάου. Ἤτος γὰρ ἀγνοίᾳ τῶν ἐκείνου ἢ δέει τῶν Στωϊκῶν, πολέμοιο μέγα στόμα πευκεδανοῖο ἀπετρέψατο ἄλλῃ εἰς Πλάτωνα. Ἀλλὰ καὶ περὶ μὲν τῶν Ζήνωνι εἰς Πλάτωνα κακῶς τε καὶ αἰδημόνως οὐδαμῶς νεωτερισθέντων εἰρήσεταί μοι αὖθίς ποτε, ἐὰν φιλοσοφίας σχολὴν ἀγάγω. Μή πως ᵒ μέντοι ἀγάγοιμι σχολήν ποτε τοσαύτην, τούτων γοῦν ἕνεκεν, εἰ μὴ ὑπὸ παιδιᾶς. Τὸν δ’ οὖν Ζήνωνα ὁ Ἀρκεσίλαος ἀντίτεχνον καὶ ἀξιόνικον ὑπάρχοντα θεωρῶν, τοὺς παρ’ ἐκείνου ἀποφερομένους λόγους καθῄρει, καὶ ᵖ οὐδὲν ὤκνει. Περὶ μὲν οὖν τῶν ἄλλων ἃ ἐμεμάχητο ἐκείνῳ, οὔτ’ ἴσως εἰπεῖν ἔχω, εἶτε καὶ εἶχον, οὐδὲν ἔδει νῦν αὐτῶν μνησθῆναι. Τὸ δὲ δόγμα τοῦτο αὐτοῦ πρώτου εὑρομένου, καὶ αὐτὸ q τὸ ὄνομα βλέπων εὐδοκιμοῦν ἐν ταῖς Ἀθήναις, τὴν καταληπτικὴν φαντασίαν, πάσῃ μηχανῇ ἐχρῆτο ἐπ’ αὐτήν. Ὁ δ’ ἐν τῷ ἀσθενεστέρῳ ʳ ἡσυχίαν ἄγων, οὐ δυνάμενος ἀδικεῖσθαι, Ἀρκεσιλάου μὲν ἀφίετοˢ πολλὰ ἂν εἰπεῖν ἔχων, ἀλλ’ οὐκ ἤθελε, τάχα δὲ μᾶλλον ἄλλως· πρὸς δὲ τὸν οὐκέτι ἐν ζῶσιν ὄντα Πλάτωνα ἐσκιαμάχει, καὶ τὴν ἀπὸ ἁμάξης πομπείαν πᾶσαν κατεθορύβει, λέγων ὡς οὔτ’ ἂν τοῦ Πλάτωνος ἀμυνομένου, ὑπερδικεῖν τε αὐτοῦ ἄλλῳ οὐδενὶ μέλον· εἴτε μελήσειεν Ἀρκεσιλάῳ, αὐτός γε κερδανεῖν ιὤετο ἀποτρεψάμενος ἀφ’ ἑαυτοῦ τὸν Ἀρκεσίλαον. Τοῦτο δὲ ᾔδειᵗ καὶ Ἀγαθοκλέα τὸν Συρακούσιον ποιήσαντα τὸ σόφισμα ἐπὶ τοὺς Καρχηδονίους. Οἱ Στωϊκοὶ δὲ ὑπήκουον ἐκπεπληγμένοι. Ἡ μοῦσα γὰρ αὐτοῖς οὐδὲ τότε ἦν φιλόλογος, οὐδ’ ἐργάτις χαρίτων, ὑφ’ ὧν ὁ Ἀρκεσίλαος, τὰ μὲν περικρούων, τὰ δὲ ὑποτέμνων, ἄλλα δ’ ὑποσκελίζων, κατεγλωττίζετο αὐτούς, καὶ πιθανὸς ἦν. Τοιγαροῦν πρὸς οὓς μὲν ἀντέλεγεν, ἡττωμένων, ἐν οἷς δὲ λέγων ἦν, καταπεπληγμένων, δεδειγμένον πως τοῖς τότε ἀνθρώποις ὑπῆρχε, μηδὲν εἶναι μήτ’ οὖν ἔπος μήτε πάθος, μήτε ἔργον ἐν βραχύ, μηδὲ ἄχρηστον τοὐναντίον ὀφθῆναί ποτ’ ἄν, εἴ τι μὴ Ἀρκεσιλάῳ δοκεῖ τῷ Πιταναίῳ. Τῷ δ’ ἄρα οὐδὲν ἐδόκει, οὐδ’ ἀπεφαίνετο οὐδὲν μᾶλλον, ἢ ῥηματίσκια ταῦτ’ εἷναι καὶ φόβους.
3 Περὶ δὲ Λακύδου βούλομαί τι διηγήσασθαι ἡδύ. Ἦν μὲν δὴ Λακύδης ὑπογλισχρότερος καί τινα τρόπον ὁ λεγόμενος Οἰκονομικός, οὗτος ὁ εὐδοκιμῶν παρὰ τοῖς πολλοῖς. Αὐτὸς μὲν ἀνοιγνὺς τὸ ταμεῖον, αὐτὸς δ’ ἀποκλείων. Καὶ προῃρεῖτο δὲ ὧν ἐδεῖτο, καὶ ἄλλα τοιαῦτα ἐποίει πάντα δι’ αὐτουργίας, ὅτι που αὐτάρκειαν ἐπαινῶν, οὐδ’ ἄλλως πενίᾳ χρώμενος, οὐδ’ ἀπορίᾳ δούλων, ᾧ γε ὑπῆρχον δοῦλοι ὁπόσοι γοῦν. Τὴν δὲ αἰτίαν ἔξεστιν εἰκάζειν. Ἐγὼ δὲ ὃ ὑπεσχόμην τὸ ἡδύ, διηγήσομαι. Ταμιεύων γὰρ αὐτὸς ἑαυτῷ, τὴν μὲν κλεῖδα περιφέρειν ἐφ’ ἑαυτοῦ οὐκ ᾤετο δεῖν· ἀποκλείσας δέ, κατετίθει μὲν ταύτην εἴς τι κοῖλον γραμματεῖον. Σημηνάμενος δὲ δακτυλίῳ, τὸν μὲν δακτύλιον κατεκύλιε διὰ τοῦ κλείθρου, ἔσω εἰς τὸν οἶκον μεθιείς, ὥσθ’ ὕστερον ἐπειδὴ πάλιν ἐλθὼν ἀνοίξειε τῇ κλειδί, δυνησόμενος, ἀνελὼν τὸν δακτύλιον,
αὖθις μὲν ἀποκλείειν, εἶτα δὲ σημαίνεσθαι, εἶτα δ’ ἀναβάλλειν ὀπίσω πάλιν ἔσω τὸν δακτύλιον διὰ τοῦ κλείθρου. Τοῦτο οὖν τὸ σοφὸν οἱ δοῦλοι κατανοήσαντες, ἐπειδὴ προΐοι Λακύδης εἰς περίπατον, ἢ ὅποι ἄλλοσε, καὶ αὐτοὶ ἀνοίξαντες ἄν, κᾄπειτα ὥς σφισιν ἦν θυμός, τὰ μὲν φαγόντες, τὰ δ’ ἐμπιόντες, ἄλλα δὲ ἀράμενοι, ἐκ περιόδου ταὐτὰ ᵃ ἐποίουν, ἀπέκλειον μέν, ἐσημαίνοντο δέ, καὶ τὸν δακτύλιον, πολλά γε αὐτοῦ καταγελάσαντες, εἰς τὸν οἶκον διὰ τοῦ κλείθρου ἠφίεσαν. Ὁ Λακύδης οὖν πλήρη μὲν καταλιπών, κενὰ δὲ εὑρισκόμενος τὰ σκεύη, ἀπορῶν τῷ γιγνομένῳ, ἐπειδὴ ἤκουε φιλοσοφεῖσθαι παρὰ τῷ Ἀρκεσιλάῳ τὴν ἀκαταληψίαν, ᾤετο τοῦτο ἐκεῖνο αὑτῷ συμβαίνειν περὶ τὸ ταμεῖον. Ἀρξάμενός τε ἔνθεν, ἐφιλοσόφει παρὰ τῷ Ἀρκεσιλάῳ, μηδὲν μήτε ὁραν, μήτε ἀκούειν ἐναργές, ἢ ὑγιές. Καί ποτε ἐπισπασάμενος τῶν προσομιλούντων αὐτῷ τινα εἰς τὴν οἰκίαν ᵇ ἰσχυρίζετο πρὸς αὐτὸν ὑπερφυῶς, ὡς ἐδόκει, τὴν ἐποχήν, καὶ ἔφη· τοῦτο μὲν ἀναμφίλεκτον ἐγώ σοι ἔχω φράσαι, αὐτὸς ἀπ’ ἐμαυτοῦ μαθών, οὐκ ἄλλου πειραθείς. Κᾄπειτα ἀρξάμενος περιηγεῖτο τὴν ὅλην τοῦ ταμείου συμβᾶσαν αὐτῷ πάθην. Τί οὖν ἄν, εἶπεν, ἔτι Ζήνων λέγοι πρὸς οὕτως ὁμολογουμένην διὰ πάντων φανεράν μοι ἐν τοῖς τοιοῖσδε ἀκαταληψίαν; ὃς γὰρ ἀπέκλεισα μὲν ταῖς ἐμαυτοῦ χερσίν, αὐτὸς δὲ ἐσημηνάμην, αὐτὸς δὲ ἀφῆκα μὲν εἴσω τὸν δακτύλιον· αὖθις δ’ ἐλθὼν ἀνοίξας, τὸν μὲν δακτύλιον ὁρῶ ἔνδον, οὐ μέντοι καὶ τὰ ἄλλα, πῶς οὐ δικαίως ἀπιστούντως τοῖς πράγμασιν ἕξω; Οὐ γὰρ τολμήσω εἰπεῖν ἔγωγε, ἐλθόντα τινὰ κλέψαι ταῦτα, ὑπάρχοντος ἔνδον τοῦ δακτυλίου. Καὶ ὃς ἀκούων, ἦν γὰρ ὑβριστής, ἐκδεξάμενος τὸ πᾶν ὡς ἔσχεν ἀκοῦσαι, μόλις καὶ πρότερον ἑαυτοῦ ἀπέῤῥηξε γέλωτα καὶ μάλιστα πλατύν, γελῶν τε ἔτι καὶ καγχάζων διήλεγχεν ἅμα αὐτοῦ τὴν κενοδοξίαν. Ὥστε ἔκτοτε Λακύδης ἀρξάμενος, οὐκέτι μὲν τὸν δακτύλιον ἔσω ἐνέβαλλεν, οὐκέτι δὲ τοῦ ταμείου ἐχρῆτο ἀκαταληψίᾳ, ἀλλὰ κατελάμβανε τὰ ἀφειμένα, καὶ μάτην ἐπεφιλοσοφήκει. Οὐ μέντοι, ἀλλὰ οἵγε παῖδες φόρτακες ἦσαν, καὶ οὐ θάτερα ληπτοί, οἷοι δὲ οὗτοι οἱ κωμῳδικοί τε καὶ Γέται καὶ Δακοί, κἀκ τῆς Δακικῆς λαλεῖν στωμυλήθρας κατεγλωττισμένοι, εἴτε τινὸς Στωϊκοῦ τὰ σοφίσματα ἀκούσαντες, εἴτε καὶ ἄλλως ἐκμαθόντες, εὐθὺ τοῦ τολμήματος ᾔεσαν, καὶ παρελύοντο αὐτοῦ τὴν σφραγῖδα· καὶ τοτὲ μὲν ἑτέραν ἀντ’ ἐκείνης ὑπετίθεσαν· τοτὲ δὲ οὐδὲ ἄλλην διὰ τὸ οἴεσθαι ἐκείνῳ γε ἀκατάληπτα ἔσεσθαι, καὶ οὕτω καὶ ἄλλως ᶜ. Ὁ δὲ εἰσελθὼν ἐσκοπεῖτο· ἀσήμαντον δὲ τὸ ταμεῖον θεωρῶν ᵈ, ἢ σεσημασμένον μέν, σφραγἴδι δ’ ἄλλῃ, ἠγανάκτει· τῶν δὲ σεσημάνθαι λεγόντων, αὐτοῖς γοῦν τὴν σφραγῖδα ὁρᾶσθαι τὴν αὐτοῦ, ἠκριβολογεῖτο ἄν, καὶ ἀπεδείκνυε. Τῶν δ’ ἡττωμένων τῇ ἀποδείξει καὶ φαμένων εἰ μή τι ἔπεστιν ἡ σφραγίς, αὐτὸν ἴσως ἐπιλελῆσθαι καὶ μὴ σημήνασθαι· καὶ μὴν ᵉ αὐτός τε ἔφη σημηνάμενος μνημονεύειν, καὶ ἀπεδείκνυε, καὶ περιῄει τῷ λόγῳ, καὶ ἐδεινολογεῖτο πρὸς αὐτούς, οἰόμενος παίζεσθαι, καὶ προσώμνυεν. Οἱ δ’ ὑπολαβόντες τὰς προσβολὰς ἐκείνου, αὐτοί γε ᾤοντο ὑπ’ αὐτοῦ παίζεσθαι· ἐπεὶ σοφῷ γε ὄντι δεδόχθαι τῷ Λακύδῃ εἶναι ἀδοξάστῳ, ὥστε καὶ ἀμνημονεύτῳ. Μνήμην γὰρ εἶναι δόξαν· ἔναγχος γοῦν τοῦ χρόνου ἔφασαν ἀκοῦσαι ταῦτα αὐτοῦ πρὸς τοὺς φίλους. Τοῦ δ’ ἀναστρέφοντος αὐτοῖς τὰς ἐπιχειρήσεις, καὶ λέγοντος οὐκ Ἀκαδημαϊκά, αὐτοὶ φοιτῶντες εἰς Στωϊκῶν τινος, τὰ λεκτέα ἑαυτοῖς ἀνεμάνθανον, κἀκεῖθεν ἀρξάμενοι ἀντεσοφίστευον, καὶ ἦσαν ἀντίτεχνοι κλέπται Ἀκαδημαϊκοί. Ὁ δὲ Στωϊκοῖς ἐνεκάλει· οἱ παῖδες δὲ τὰ ἐγκλήματα παρέλυον αὐτῷ, ὑπὸ ἀκαταληψίας, οὐκ ἄνευ τωθασμῶν τινων. Διατριβαὶ οὖν ἦσαν πάντων ἐκεῖ, καὶ λόγοι, καὶ ἀντιλογίαι· καὶ ἓν οὐδὲν ἐν τῷ μέσῳ κατελείπετο, οὐκ ἀγγεῖον, οὐ τῶν ἐν ἀγγείῳ τιθεμένων, οὐχ’ ὅσα εἰς οἰκίας κατασκευὴν ἄλλ’ ἔτι συντελεῖ. ᶠ. Καὶ ὁ Λακύδης τέως μὲν ἠπόρει, μήτι λυσιτελοῦσαν ἑαυτῷ θεωρῶν τὴν ἑαυτοῦ δόγματος βοήθειαν, εἰ δὲ μὴ ἐξελέγχοι, πάντα ἂν ἀνατρέψαι, αὐτοὺς ἑαυτῷ δοκῶν ᵍ, πεσὼν εἰς τἀμήχανον, τοὺς γείτονας ἐκεκράγει, καὶ τοὺς θεούς· καὶ ἰοὺ ἰού, καὶ φεῦ φεῦ, καὶ νὴ τοὺς θεούς, καὶ νὴ τὰς θεάς, ἄλλαι τε ὅσαι ἐν ἀπιστίαις δεινολογουμένων εἰσὶν ἄτεχνοι πίστεις, ταῦτα πάντα ἐλέγετο βοῇ καὶ ἀξιοπιστίᾳ. Τελευτῶν δέ, ἐπεὶ μάχην εἶχεν ἀντιλεγομένην ἐπὶ τῆς οἰκίας, αὐτὸς μὲν ἂν δήπουθεν ἐστωϊκεύετο πρὸς τοὺς παῖδας· τῶν παίδων δὲ τὰ Ἀκαδημαϊκὰ ἰσχυριζομένων, ἵνα μηκέτι πράγματα ἔχοι, οἰκουρὸς ἦν φίλος τοῦ ταμείου προκαθήμενος. Οὐδὲν δὲ εἰς οὐδὲν ὠφελῶν, ὑπειδόμενος οἷ τὸ σοφὸν αὐτῷ ἔρχεται, ἀπεκαλύψατο. Ἄλλως, ἔφη, ταῦτα, ὦ παῖδες, ἐν ταῖς διατριβαῖς λέγεται ἡμῖν, ἄλλως δὲ ζῶμεν. Ταῦτα μὲν καὶ περὶ τοῦ Λακύδου. Τούτου δὲ γίνονται ἀκουσταὶ πολλοί, ὧν εἷς ἦν διαφανὴς ὁ Κυρηναῖος Ἀρίστιππος. Ἐκ πάντων δ’ αὐτοῦ τῶν γνωρίμων τὴν σχολὴν αὐτοῦ διεδέξατο Εὔανδρος καὶ οἱ μετὰ τοῦτον. Μεθ’ οὓς Καρνεάδης ὑποδεξάμενος τὴν διατριβήν, τρίτην συνεστήσατο Ἀκαδημίαν. Λόγων μὲν οὖν ἀγωγῇ ἐχρήσατο, ᾗ καὶ ὁ Ἀρκεσίλαος· καὶ γὰρ αὐτὸς ἐπετήδευε τὴν εἰς ἑκάτερα ἐπιχείρησιν, καὶ πάντα ἀνεσκεύαζε τὰ ὑπὸ τῶν ἄλλων λεγόμενα μόνῳ δ’ ἐν τῷ περὶ τῆς ἐποχῆς λόγῳ πρὸς αὐτὸν διέστη, φὰς ἀδύνατον εἶναι ἄνθρωπον ὄντα περὶ ἁπάντων ἐπέχειν· διαφορὰν δὲ εἶναι ἀδήλου καὶ ἀκαταλήπτου, καὶ πάντα μὲν εἶναι ἀκατάληπτα, οὐ πάντα δὲ ἄδηλα. Μετεῖχε δὲ οὗτος καὶ τῶν Στωϊκῶν λόγων, πρὸς οὓς καὶ ἐριστικῶς ἱστάμενος, ἐπὶ πλέον ηὐξήθη, τοῦ φαινομένου τοῖς πολλοῖς πιθανοῦ, ἀλλ’ οὐ τῆς ἀληθείας στοχαζόμενος. Ὅθεν καὶ πολλὴν παρέσχε τοῖς Στωϊκοῖς ἀηδίαν. Γράφει δ’ οὖν καὶ ὁ Νουμήνιος περὶ αὐτοῦ ταῦτα.4 Καρνεάδης δὲ ἐκδεξάμενος παρήγησιν ᵃ, οὗ χρεὼν φυλάξαι ὅσα ἀκίνητα καὶ ὅσα κεκινημένα ἦν, τούτου μὲν ἠμέλει· εἰς δ’ Ἀρκεσίλαον, εἴτ’ οὖν ἀμείνω, εἴτε καὶ φαυλότερα ἦν ἐπανενεγκών, διὰ μακροῦ τὴν μάχην ἀνενέαζε. Καὶ ἑξῆς ἐπιλέγει, ἦγε δ’ οὖν καὶ οὗτος καὶ ἐπέφερεν ᵇ, ἀντιλογίας τε καὶ στροφὰς λεπτολόγους συνέφερε τῇ μάχῃ ποικίλλων, ἐξαρνητικός τε καὶ ᶜ καταφαντικὸς ἦν, κἀμφοτέρωθεν ἀντιλογικός. Εἰ δέ που ᵈ ἔδει τι καὶ θαῦμα ἐχόντων λόγων, ἐξηγείρετο λάβρος, οἷον ποταμὸς ῥοώδης, σφοδρῶς ῥέων, πάντα καταπιμπλὰς τὰ τῇδε καὶ τὰ κεῖθι, καὶ εἰσέπιπτε, καὶ συνέσυρε τοὺς ἀκούοντας διὰ θορύβου. Τοιγαροῦν ἀπάγων τοὺς ἄλλους, αὐτὸς ἔμενεν ἀνεξαπάτητος, ὃ μὴ προσῆν τῷ Ἀρκεσιλάῳ. Ἐκεῖνος γὰρ περιεχόμενος τῇ φαρμάξει τοὺς συγκορυβαντιῶντας, ἔλαθεν ἑαυτὸν πρῶτον ἐξηπατηκὼς μὴ ᾐσθῆσθαι, πεπεῖσθαι δ’ ἀληθῆ εἶναι, ἃ λέγει διὰ τῆς ἁπαξαπάντων ἀναιρέσεως χρημάτων. Κακὸν δὲ ἦν ἂν κακῷ ἐπανακείμενον, ὁ Καρνεάδης τῷ Ἀρκεσιλάῳ· μὴ χαλάσας τι σμικρόν, ὑφ’ οὗ οὐκ ἄπρακτοι ἔμελλον ἔσεσθαι, κατὰ τὰς ἀπὸ τοῦ πιθανοῦ λεγομένας αὐτῷ θετικάς τε καὶ ἀρνητικὰς φαντασίας, τοῦ εἶναι τόδε τι ζῷον, ἢ μὴ ζῷον εἶναι. Τοῦτο οὖν ὑπανείς, ὥσπερ οἱ ἀναχάζοντες θῆρες, βιαιότερον, καὶ μᾶλλον ἑαυτοὺς ἱεῖσιν εἰς τὰς αἰχμάς, καὐτὸς ἐνδοὺς δυνατώτερον ἐπῆλθεν.
Ἐπεὶ δὲ ὑποσταίη ᵉ τε καὶ εὖ ἔχοι, τηνικαῦτα ἤδη καὶ οὗ προὐδέδοκτο καὶ ἐμέμνητο, ἑκὼν ἠμέλει ᶠ. Τὸ γὰρ ἀληθές τε καὶ τὸ ψεῦδος ἐν τοῖς πράγμασιν ἐνεῖναι συγχωρῶν, ὥσπερ ξυνεργαζόμενος τῆς ζητήσεως τρόπῳ, παλαιστοῦ δεινοῦ λαβὴν δούς, περιεγένετο ἔνθεν. Κατὰ γὰρ τὴν τοῦ πιθανοῦ ῥοπὴν ἑκάτερον παρασχών, οὐδέτερον εἶπε βεβαίως καταλαμβάνεσθαι. Ἦν γοῦν λῃστὴς καὶ γόης σοφώτερος. Παραλαβὼν γὰρ ἀληθεῖ μὲν ὅμοιον ψεῦδος, καταληπτικῇ δὲ φαντασίᾳ καταληπτὸν ὅμοιον, καὶ ἀγαγὼν εἰς τὰς ἴσας, οὐκ εἴασεν οὔτε τὸ ἀληθὲς εἶναι, οὔτε τὸ ψεῦδος, ἢ οὐ μᾶλλον τὸ ἕτερον τοῦ ἑτέρου, ἢ μᾶλλον ἀπὸ τοῦ πιθανοῦ. Ἦν οὔν ὀνείρατα ἀντὶ ὀνειράτων, διὰ τὸ ὁμοίας φαντασίας ἀληθέσιν εἶναι τὰς ψευδεῖς, ὡς ἀπὸ ὠοῦ κηρίνου πρὸς τὸ ἀληθινὸν ὠόν. Συνέβαινεν οὖν τὰ κακά, καὶ πλείω. Καὶ μέντοι λέγων ὁ Καρνεάδης ἐψυχαγώγει καὶ ἠνδραποδίζετο. Ἦν δὲ κλέπτων μὲν ἀφανής, φαινόμενος δὲ λῃστής, αἱρῶν δὲ δόλῳ καὶ βίᾳ τοὺς καὶ πάνυ σφόδρα παρεσκευασμένους. Πᾶσα γοῦν Καρνεάδου διάνοια ἐνίκα, καὶ οὐδεμία ἡτισοῦν ἄλλως· ἐπεὶ καὶ οἷς ἐπολέμει, ἦσαν εἰπεῖν ἀδυνατώτεροι. Αντίπατρος γοῦν ὁ κατ’ αὐτὸν γενόμενος, ἔμελλε μὲν ἀγωνιῶν ᶠᶠ τι γράφειν· πρὸς δ’ οὖν τοὺς ἀπὸ Καρνεάδου καθ’ ἡμέραν ἀποφερομένους λόγους οὔποτε ἐδημοσίευσεν, οὐκ ἐν ταῖς διατριβαῖς, οὐκ ἐν τοῖς περιπάτοις, οὐδὲ εἶπεν, οὐδὲ ἐφθέγξατο, οὐδ’ ἥκουσέ τις αὐτοῦ, φασίν, οὐδὲ γρῦ· ἀντιγραφὰς δὲ ἐπανετείνετο, καὶ γωνίαν λαβών, βιβλία κατέλιπε γράψας τοῖς ὕστερον, οὐδὲ νῦν ᵍ δυνάμενα, καὶ τότε ἀδυνατώτερα πρὸς οὕτως ἄνδρα ὑπέρμεγαν φανέντα, καὶ καταδόξαντα εἶναι τοῖς τότε ἀνθρώποις τὸν Καρνεάδην. Ὅμῶς δέ, καίτοι καὐτὸς ὑπὸ Στωϊκῆς φιλονεικίας εἰς τὸ φανερὸν κυκῶν, πρός γε τοὺς ἑαυτοῦ ἑταίρους δι’ ἀποῤῥήτων ὡμολόγει τε καὶ ἠλήθευε ʰ, καὶ ἀπεφαίνετο, ἃ κἂν ἄλλος τῶν ἐπιτυχόντων. Εἶτα ἑξῆς φησι, Καρνεάδου δὲ γὰρ γνώριμος Μέντωρ μὲν ὁ πρῶτος, οὐ μὴν διάδοχος. Ἀλλ’ ἔτι ζῶν Καρνεάδης ἐπὶ παλλακῇ μοιχὸν εὑρών, οὐχ ὑπὸ πιθανῆς φαντασίας, οὐδ’ ὡς μὴ κατειληφώς, ὡς δὲ μάλιστα πιστεύων τῇ ὄψει, καὶ καταλαβών, παρῃτήσατο τὴν διατριβήν ᶦ. Ὁ δὲ ἀποστὰς ἀντεσοφίστευε καὶ ἀντίτεχνος ἦν, ἐλέγχων αὐτοῦ τὴν ἐν τοῖς λόγοις ἀκαταληψίαν. Καὶ πάλιν ἐπιφέρει λέγων· ὁ δὲ Καρνεάδης, οἷον ἀντεστραμμένα φίλοσοφῶν, τοῖς ψεύμασιν ἐκαλλωπίζετο, καὶ ὑπ’ αὐτοῖς τὰ ἀληθῆ ἠφάνιζε. Παραπετάσμασιν οὖν ἐχρῆτο τοῖς ψεύμασι, καὶ ἠλήθευεν ᵏ ἔνδον λανθάνων καπηλικώτερον. Ἔπασχεν οὖν πάθημα ὀσπρίων, ὧν τὰ μὲν κενὰ ἐπιπολάζει τε τῷ ὕδατι καὶ ὑπερέχει, τὰ χρηστὰ δὲ αὐτῶν ἐστι κάτω καὶ ἐν ἀφανεῖ. Ταῦτα καὶ περὶ Καρνεάδου λέγεται. Διάδοχος δ’ αὐτοῦ τῆς διατριβῆς καθίσταται Κλειτόμαχος· μεθ’ ὅν Φίλων, οὗ πέρι ὁ Νουμήνιος μνημονεύει ταῦτα.5 Ὁ δὲ Φίλων ἄρα οὗτος, ἄρτι μὲν ἐκδεξάμενος τὴν διατριβήν, ὑπὸ χαρμονῆς ἐξεπέπληκτο, καὶ χάριν ἀποδιδοὺς ἐθεράπευε, καὶ τὰ δεδογμένα τῷ Κλειτομάχῳ ηὖξε, καὶ τοῖς Στωϊκοῖς ἐκορύσσετο νώροπι χαλκῷ. Ὡς δὲ προϊόντος μὲν τοῦ χρόνου, ἐξιτήλου δ’ ὑπὸ συνηθείας οὔσης αὐτῶν τῆς ἐποχῆς, οὐδὲν μὲν κατὰ τὰ αὐτὰ ἑαυτῷ ἐνόει, ἡ δὲ τῶν παθημάτων αὐτὸν ἀνέστρεφεν ἐνάργειά τε καὶ ὁμολογία. Πολλὴν δῆτ’ ἔχων ἤδη τὴν διαίσθησιν, ὑπερεπεθύμει, εὖ ἴσθ’ ὅτι, τῶν ἐλεγξάντων τυχεῖν, ἵνα μὴ ἐδόκει μετὰ νῶτα βαλὼν αὐτὸς ἑκὼν φεύγειν. Φίλωνος δὲ γίνεται ἀκουστὴς Ἀντίοχος, ἑτέρας ἄρξας Ἀκαδημίας. Μνησάρχῳ γοῦν τῷ Στωϊκῷ σχολάσας, ἐναντία Φίλωνι τῷ καθηγητῇ ἐφρόνησε, μυρία τε ξένα προσῆψε τῇ Ἀκαδημίᾳ. Ταῦτα καὶ παραπλήσια τούτοις μυρία τῆς Πλάτωνος περὶ διαδοχῆς μνημονεύεται. Ὥρα δ’ οὖν ἄνωθεν τὸν λόγον ἀναλαβόντας, τῶν φυσικῶν φιλοσόφων τὰς ψευδοδοξίας ὁμοῦ καὶ ἀντιδοξίας ἐπισκέψασθαι· οἳ τὴν πολλὴν γῆν πλανηθέντες, καὶ τὴν τοῦ ἀληθοῦς εὕρεσιν περὶ πλείστου πεποιημένοι, ταῖς τε τῶν παλαιῶν ἁπάντων δόξαις καθωμιληκότες, καὶ τἀκριβὲς τῆς παρὰ πᾶσι Φοίνιξί τε καὶ Αἰγυπτίοις, αὐτοῖς τε Ἕλλησι πολὺ πρότερον θεολογίας ἐξηκριβωκότες, τίνα τῶν πόνων τὸν καρπὸν εὕροντο, παρ’ αὐτῶν ἄξιον ἀκοῦσαι, ὡς ἂν μάθοιμεν εἴ τι θεοπρεπὲς εἰς αὐτοὺς παρὰ τῶν πρεσβυτέρων κατῆλθεν. Ἐκράτει μὲν γὰρ πρότερον ἐκ παλαιοῦ αἰῶνος παρὰ τοῖς ἔθνεσιν ἡ πολύθεος δεισιδαιμονία, νεῴ τε καὶ μυστήρια ἱερὰ τῶν θεῶν κατὰ πόλεις καὶ χώρας συνήθως παρὰ πᾶσιν ἐφυλάττοντο. Οὐ δὴ οὖν οὐδὲ φιλοσοφίας ἀνθρωπίνης ἦν χρεία, εἰ δὴ τὰ τῆς θεοσοφίας προειλήφει· οὐδ’ ἦν τις ἀνάγκη καινοτομεῖν τοὺς σοφούς, εἰ δὴ τὰ τῶν προγόνων αὐτοῖς εὖ ἔχοντα ἦν. Ἀλλ’ οὐδὲ στασιάζειν καὶ διαφέρεσθαι τοὺς γενναίους φιλοσόφους, εἰ δὴ σύμφωνος καὶ ἀληθὴς ἡ πάτριος αὐτοῖς περὶ θεῶν δόξα τυγχάνειν δεδοκίμαστο. Τί δὲ ἔδει πολεμεῖν ἀλλήλοις, καὶ μάχεσθαι, ἢ τὴν μακρὰν ὁδὸν ἄνω καὶ
κάτω περιτρέχειν, πλανᾶσθαι τε καὶ τὰ βαρβάρων ὑποσυλᾷν, οἴκοι δέον μένοντας παρὰ θεῶν ἐκμανθάνειν, εἰ δή τινες ἦσαν θεοί, ἤ παρὰ τῶν θεολόγων ἀνδρῶν, τοὺς ἀληθεῖς καὶ ἀδιαπτώτους περὶ τῶν ἐπιζητουμένων ἐν φιλοσοφίᾳ λόγους, περὶ ὥν μυρία ὅσα μοχθήσαντες διηνέχθησαν, μακρῷ τῆς τἀληθοῦς εὑρέσεως ἀφυστερήσαντες; Τί δὲ καὶ περὶ θεῶν νεώτερα χρῆν ἐπιζητεῖν τολμᾷν, ἢ στασιάζειν καὶ διαπυκτεύειν ἀλλήλοις, εἰ δὴ ἀσφαλὴς καὶ βεβαία θεῶν εὕρεσις, καὶ γνῶσις εὐσεβείας ἀληθὴς ἐν τελεταῖς καὶ μυστηρίοις, τῇ τε ἄλλῃ τῶν παλαιτάτων περιείχετο θεολογίᾳ, αὐτὴν ἐκείνην παρὸν ἀκίνητον καὶ ὁμολογουμένην συμφώνως περιέπειν; Ἀλλὰ γάρ, εἰ φανεῖεν οὗτοι μηδὲν ἀληθὲς περὶ θεοῦ παρὰ τῶν προτέρων μεμαθηκότες, οἰκείαις δ’ ἐπινοίαις τῇ περὶ φύσεως ἐπιβεβληκότες ἐξετάσει, καὶ στοχασμοῖς μᾶλλον ἢ καταλήψει κεχρημένοι· τί χρὴ λοιπὸν μὴ οὐχὶ συνομολογεῖν, τὴν παλαιὰν τῶν ἐθνῶν θεολογίαν μηδὲν πλέον τῆς ἀποδοθείσης ἐν τοῖς πρὸ τούτου συγγράμμασιν ἱστορίας ἐπέχειν; Ὅτι μὲν οὖν ἐξ ἀνθρωπίνων στοχασμῶν, καὶ πολλῆς λογομαχίας, καὶ πλάνης, ἀλλ’ οὐκ ἔκ τινος ἀκριβοῦς καταλήψεως, ἡ παρὰ τοῖς Ἕλλησιν ὑπέστη φιλοσοφία, ἐκ τῆς πρὸς Νεκτανεβὼ τὸν Αἰγύπτιον ἐπιστολῆς τοῦ Πορφυρίου μάθοις ἄν, αὐτὸ δὴ τοῦτο ἀκούσας ὁμολογοῦντος ἐν τούτοις.6 Ἀλλὰ τί δή ἐστι τὸ ὄν; ἆρα ταυτὶ τὰ στοιχεῖα τὰ τέτταρα, ἡ γῆ καὶ τὸ πῦρ, καὶ αἱ ἄλλαι δύο μεταξὺ φύσεις; ἆρα οὖν δὴ τὰ ὄντα ταῦτά ἐστιν, ἤτοι ξυλλήβδην, ἢ καθ’ ἕν γέ τι αὐτῶν; καὶ πῶς, ἅ γέ ἐστι καὶ γεννητὰ καὶ παλινάγρετα, εἴ γέ ἐστιν ὁρᾷν αὐτὰ ἐξ ἀλλήλων γινόμενα καὶ ἀπαλλασσόμενα, καὶ μήτε στοιχεῖα ὑπάρχοντα, μήτε συλλαβάς; Σῶμα μὲν τουτὶ ᵃ οὕτως οὐκ ἂν εἴη τὸ ὄν. Αλλ’ ἄρα ταυτὶ μὲν οὔ, ἡ δ’ ὕλη δύναται εἶναι ὄν· ἀλλὰ καὶ ταύτην παντὸς μᾶλλον ἀδύνατον, ἀῤῥωστίᾳ τοῦ μένειν. Ποταμὸς γὰρ ἡ ὕλη ῥοώδης καὶ ὀξύῤῥοπος, βάθος καὶ πλάτος καὶ μῆκος ἀόριστος καὶ ἀνήνυτος. Καὶ μετὰ βραχέα ἐπιλέγει· ὥστε καλῶς ὁ λόγος εἴρηκε, φάς, εἰ ἔστιν ἄπειρος ἡ ὕλη, ἀόριστον εἰναι αὐτήν· εἰ δὲ ἀόριστος, ἄλογον· εἰ δὲ ἄλόγος, ἄγνωστον. Ἄγνωστον δέ γε οὖσαν αὐτὴν ἀναγκαῖον εἶναι ἄτακτον· ὡς, τεταγμένα γνωσθῆναι πάνυ δήπουθεν ἂν εἴη ῥᾴδιον· τὸ δὲ ἄτακτον οὐχ ἕστηκεν· ὅ, τι δὲ μὴ ἕστηκεν ᵇ, οὐκ ἄν εἴη ὄν. Τοῦτο δὲ ἦν ὅπερ ἡμῖν αὐτοῖς ὡμολογησάμεθα ἐν τοῖς ἔμπροσθεν, ταυτὶ πάντα συνενεχθῆναι τῷ ὄντι ἀθέμιστον
εἰναι. Δοξάτω μάλιστα μὲν πᾶσιν, εἰ δὲ μή, ἀλλ’ ἐμοί. Οὐκοῦν φημι τὴν ὕλην οὔτε αὐτήν, οὔτε τὰ σώματα εἶναι ὄν. Τί οὖν δή; Εἰ ἔχομεν παρὰ ταῦτα ἄλλο τι ἐν τῇ φύσει τῇ τῶν ὅλων; ναί· τοῦτο οὐδὲν εἰπεῖν ποικίλον, εἰ τόδε πρῶτον μὲν ἐν ἡμῖν αὐτοῖς ἅμα πειραθείημεν διαλεγόμενοι. Ἐπεὶ δὲ τὰ σώματά ἐστι φύσει τεθνηκότα, καὶ νεκρά, καὶ πεφορημένα, καὶ οὐδ’ ἐν ταὐτῷ μένοντα, ἆρ’ οὐχὶ τοῦ καθέξοντος αὐτοῖς δεῖ; Παντὸς μᾶλλον. Εἰ μὴ τύχοι δὲ τούτου, ἆρα μείναιεν ἄν; Παντὸς ἧττον. Τί οὖν ἔστι τὸ κατασχῆσον; Εἰ μὲν δὴ καὶ τοῦτο εἴη σῶμα, Διὸς σωτῆρος δοκεῖ ἆν ἐμοὶ δεηθῆναι αὐτὸ παραλυόμενον καὶ σκιδνάμενον. Εἰ μέντοι χρὴ αὐτὸ ἀπηλλάχθαι τῆς τῶν σωμάτων πάθης, ἵνα κἀκείνοις κεκυημένοις τὴν φθορὰν ἀμύνειν δύνηται καὶ κατέχῃ, ἐμοὶ μὲν οὐ δοκεῖ ἄλλο τι εἶναι, ἢ μόνον γε τὸ ἀσώματον· αὕτη γὰρ δὴ φύσεων πασῶν μόνη ἕστηκε, καὶ ἔστιν ἀραρυῖα, καὶ οὐδὲν σωματική. Οὔτε γοῦν γίνεται, οὔτε αὔξεται, οὔτε κίνησιν κινεῖται ἄλλην οὐδεμίαν, καὶ διὰ ταῦτα καλῶς δίκαιον ἐφάνη πρεσβεῦσαι τὸ ἀσώματον.7 Καὶ αὐτοῦ δὲ τοῦ Πυθαγορικοῦ φιλοσοφου, τοῦ Νουμηνίου λέγω, ἀπὸ τοῦ πρώτου περὶ τἀγαθοῦ τάδε παραθήσομαι. Εἰς δὲ τοῦτο δεήσει εἰσιόνταᵃ, καὶ σημηνάμενον ταῖς μαρτυρίαις τοῦ Πλάτωνος, ἀναχωρῆσαί τε καὶ ξυνδῆσαιᵇ τοῖς λόγοις τοῦ Πυθαγόρου ἐπικαλέσασθαι δὲ τὰ ἔθνη τὰ εὐδοκιμοῦντα, προσφερόμενον αὐτῶν τὰς τελετάς, καὶ τὰ δόγματα, τάς τε ἱδρύσεις συντελουμένας Πλάτωνι ὁμολογουμένως, ὁπόσας Βραχμᾶνες καὶ Ἰουδαῖοι καὶ μάγοι καὶ Αἰγύπτιοι διέθεντο. Ταῦτα μὲν οὖν περὶ τῶνδε.
8 Καὶ ἐν τῇ τρίτῃ δὲ βίβλῳ Μωσέως ὁ αὐτὸς τάδε λέγων μνημονεύει. Τὰ δ’ ἐξῆς Ἰαννῆς καὶ Ἰαμβρῆς Αἰγύπτιοι ἱερογραμματεῖς, ἄνδρες οὐδενὸς ἥττους μαγευταὶᵃ κριθέντες εἶναι, ἐπὶ Ἰουδαίων ἐξελαυνομένων ἐξ Αἰγύπτου. Μουσαίῳᵇ γοῦν τῷ Ἰουδαίων ἐξηγησαμένῳ, ἀνδρὶ γενομένῳ θεῷ εὔξασθαι δυνατωτάτῳ, οἱ παραστῆναι ἀξιωθέντες ὑπὸ τοῦ πλήθους τοῦ τῶν Αἰγυπτίων, οὗτοι ἦσαν, τῶν τε συμφορῶν ἃς ὁ Μουσαῖος ἐπῆγε τῇ Αἰγύπτῳ, τὰς νεανικωτάτας αὐτῶν ἐπιλύεσθαι ὤφθησαν δυνατοί. Διὰ δὴ
τούτων ὁ Νουμήνιος καὶ τοῖς ὑπὸ Μωσέως ἐπιτελεσθεῖσι παραδόξοις θαύμασι, καὶ αὐτῷ δὲ ὡς θεοφιλεῖ γενομένῳ μαρτυρεῖ.9 Φέρε οὖν ὅση δύναμις, ἐγγύτατα πρὸς τὸ ὃν ἀναγώμεθα, καὶ λέγωμεν· τὸ ὄν οὔτε ποτὲ ἦν, οὔτε ποτὲ μὴ γένηταιᵃ, ἀλλ’ ἔστιν ἀεὶ ἐν χρόνῳ ὡρισμένῳ, τῷ ἐνεστῶτι μόνῳ. Τοῦτον μὲν οὖν τὸν ἐνεστῶτα εἴ τις ἐθέλει καλεῖν αἰῶνα, κἀγὼ συμβουλεύω ʰ. Τὸν δὲ παρελθόντα χρόνον οἴεσθαιχρὴ ἡμᾶς διαπεφευγότα, ἤδη διαπεφευγέναι, ἀποδεδρακέναι τε εἰς τὸ εἶναι μηκέτι· ὅ τε αὖ μέλων ἔστι μὲν οὐδέπω, ἐπαγγέλλεται δὲ οἷός τε ἔσεσθαι ἥξειν εἰς τὸ εἶναι. Οὔκουν ᶜ εἰκός ἐστιν ἑνί γε τρόπῳ νομίζειν τὸ ὂν ἤτοι μὴ εἷναι, ἢ μηκέτι, ἢ μηδέπω. Ὥστε τούτου γε οὕτως λεγομένου ἓν γίνεταί τι ἐν τῷ λόγῳ μέγα ἀδύνατον, εἶναί τε ὁμοῦ ταὐτόν, καὶ μὴ εἶναι. Εἰ δὲ οὕτως ἔχει, σχολῇ γ’ ἂν ἄλλο τι εἶναι δύναιτο, τοῦ ὄντος αὐτοῦ μὴ ὄντος κατὰ αὐτὸ τὸ ὄν. Τὸ γὰρ ὂν ἀΐδιόν τε βέβαιόν τέ ἐστιν, ἀεὶ κατὰ ταὐτὸν καὶ ταὐτόν, καὶ οὐδὲ γέγονε μέν, ἐφθάρη δέ, οὐδ’ ἐμεγεθύνατο μέν, ἐμειώθη δέ· οὐδὲ μὴ ἐγένετό πω πλεῖον, ἢ ἔλασσον. Καὶ μὲν δὴ τά τε ἄλλα καὶ οὐδὲ τοπικῶς κινηθήσεται. Οὐδὲ γὰρ θέμις αὐτῷ κινηθῆναι, οὐδὲ μὲν ὀπίσω, οὐδὲ πρόσω οὔτε ἄνω ποτέ, οὔτε κάτω· οὐδ’ εἰς δεξιά, οὐδ’ εἰς ἀριστερὰ μετατεθήσεταί ποτε τὸ ὄν· οὐδὲ ᵈ περὶ τὸ μέσον ποτὲ ἑαυτοῦ κινηθήσεται· ἀλλὰ μᾶλλον καὶ ἑστήξεται, καὶ ἀραρός τε καὶ ἑστηκὸς ἔσται κατὰ ταὐτὰ ἔχον ἀεὶ καὶ ὡσαύτως. Καὶ ἑξῆς μεθ’ ἕτερα ἐπιλέγει· τοσαῦτα μὲν οὖν μοι πρὸ ὁδοῦ. Αὐτὸς δ’ οὐκέτι σχηματισθήσομαι, οὐδ’ ἀγνοεῖν φήσω τὸ ὄνομα τοῦ ἀσωμάτου. Καὶ γὰρ κινδυνεύει νῦν ἤδη ἥδιον εἷναι εἰπεῖν μᾶλλον, ἢ μὴ εἰπεῖν. Καὶ δῆτα λέγω τὸ ὄνομα αὐτῷ εἶναι τοῦτο τὸ πάλαι ζητούμενον. Ἀλλὰ μὴ γελασάτω τις, ἐὰν φῶ, τοῦ ἀσωμάτου εἶναι ὄνομα, οὐσίαν καὶ ὄν. Ἡ δὲ αἰτία τοῦ [ὄντος]ᵉ ὀνόματός ἐστι, τὸ μὴ γεγονέναι, μηδὲ φθαρήσεσθαι, μηδ’ ἄλλην μήτε κίνησιν μηδεμίαν ἐνδέχεσθαι, μήτεᶠ μεταβολὴν κρείττω ἢ φαύλην· εἶναι δὲ ἁπλοῦν καὶ ἀναλλοίωτον, καὶ ἐν ἰδέᾳ τῇ αὐτῇ, καὶ μήτε ἐθελούσιον ἐξίστασθαι τῆς ταὐτότητος, μήθ’ ὑφ’ ἑτέρου προσαναγκάζεσθαι. Ἔφη δὲ καὶ ὁ Πλάτων ἐν Κρατύλῳ, τὰ ὀνόματα ὁμοιώσει τῶν πραγμάτων εἶναι αὐτὰ ἐπίθετα. Ἔστω οὖν καὶ δεδόσθω εἶναι τὸ ὂν τὸ ἀσώματον. Εἶθ’ ὑποκαταβὰς ἐπιλέγει· τὸ ὂν εἶπον ἀσώματον, τοῦτο δὲ εἶναι τὸ νοητόν. Τὰ μὲν οὖν λεχθέντα, ὅσα μνημονεύειν ἔστι μοι, τοιαῦτα γοῦν ἦν. Τὸν δ’ ἐπιζητοῦντα τὸν λόγον ᵍ ἐθέλω παραμυθήσασθαι, τοσόνδε ὑπειπών, ὅτι ταῦτα τοῖς δόγμασι τοῦ Πλάτωνος, εἰ μὴ συμβαίνει, ἀλλ’ ἑτέρου γ’ ἐχρῆν οἴεσθαί τινος ἀνδρὸς μεγάλου, μέγα δυναμένου, οἵου Πυθαγόρου. Λέγει γοῦν Πλάτων· φέρ’ ἀναμνησθῶ πῶς λέγει· Τί τὸ ὂν ἀεί, γένεσιν δὲ οὐ ἔχον; καὶ τί τὸ γινόμενον μέν, ὂν δὲ οὐδέποτε; τὸ μὲν δὴ νοήσει μετὰ λόγου περιληπτόν, τὸ δ’ αὖ δόξῃ μετὰ αἰσθήσεως ἀλόγου δοξαστόν, γινόμενον καὶ ἀπολλύμενον, ὄντως δὲ οὐδέποτε ὄν. Ἢρετο γάρ, τί ἐστι τὸ ὂν πάντως πάντη ἀΐδιόν τέ ἐστι καὶ ἄτρεπτον, καὶ οὐδαμῶς οὐδαμῆ ἐξιστάμενον ἐξ ἑαυτοῦ, μένει δὲ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἕστηκε, τοῦτο δήπου ἂν εἴη τὸ τῇ νοήσει μετὰ λόγου περιληπτόν. Εἰ δὲ τὸ σῶμα ῥεῖ καὶ φέρεται ὑπὸ τῆς εὐθὺς μεταβολῆς, ἀποδιδράσκει καὶ οὐκ ἔστιν. Ὅθεν οὐ πολλὴ μανία μὴ οὐ τοῦτο εἶναι ὁριστόνʰ, δόξῃ δὲ μόνῃ δοξαστόν, καὶ ὤς φησι Πλάτων, γινόμενονⁱ καὶ ἀπολλύμενον, ὄντως δὲ οὐδέποτε ὄν. Ταῦτα μὲν ὁ Νουμήνιος, ὁμοῦ τὰ Πλάτωνος, καὶ πολὺ πρότερον τὰ Μωσέως ἐπὶ τὸ σαφὲς διερμηνεύων. Εἰκότως δῆτα εἰς αὐτὸ ἐκεῖνο τὸ λόγιον περιφέρεται, δι’ οὗ φάναι μνημονεύεται, τί γάρ ἐστι Πλάτων, ἢ Μωσῆς ἀττικίζων;
10 Τὸν μέλλοντα δὲ συνήσειν θεοῦ πέρι πρώτου καὶ δευτέρου χρὴ πρότερον διελέσθαι ἕκαστα ἐν τάξει καὶ ἐν εὐθημοσύνῃ τινί· κἄπειτα ἐπὰν ᵃ δοκῇ ἤδη εὖ ἔχειν, τότε καὶ δεῖ ἐπιχειρεῖν εἰπεῖν κοσμίως, ἄλλως δὲ μή. Ἤ τῷ πρωϊαίτερον ᵇ πρὶν τὰ πρῶτα γενέσθαι ἁπτομένῳ σποδὸς ὁ θησαυρὸς γίνεσθαι λέγεται. Μὴ δὴ πάθωμεν ἡμεῖς ταὐτόν· θεὸν δὲ προσκαλεσάμενοι ᶜ, ἑαυτοῦ γνώμονα γενόμενον τῷ λόγῳ, δεῖξαι θησαυρὸν φροντίδων, ἀρχώμεθα ᵈ οὕτως. Εὐκτέον μὲν ἤδη, ᵉ διελέσθαι δὲ δεῖ. Ὁ θεὸς ὁ μὲν πρῶτος ἐν ἑαυτῷ ὤν ἐστιν ἁπλοῦς, διὰ τὸ ἑαυτῷ συγγινόμενος δι’ ὅλου, μήποτε εἶναι διαιρετός. Ὁ θεὸς μέντοι ὅ δεύτερος καὶ τρίτος ἐστὶν ᶠ εἷς· συμφερόμενος δὲ τῇ ὕλῃ δυάδι οὔσῃ, ἑνοῖ μὲν αὐτήν, σχίζεται δὲ ὑπ’ αὐτῆς, ἐπιθυμητικὸν εἶδος ἐχούσης καὶ ῥεούσης. Τῷ οὖν μὴ εἶναι πρὸς τῷ νοητῷ, ἦν γὰρ ἂν πρὸς ἑαυτῷ, διὰ τὸ τὴν ὕλην βλέπειν, ταύτης ἐπιμελούμενος, ἀπερίοπτος ἑαυτοῦ γίγνεται. Καὶ ἅπτεται τοῦ αἰσθητοῦ καὶ περιέπει, ἀνάγει τε ἔτι εἰς τὸ ἴδιον ἦθος, ἀπορεγόμενοςᵍ τῆς ὕλης. Καὶ μεθ’ ἕτερά φησι· καὶ γὰρ οὔτιʰ δημιουργεῖν ἐστι χρεὼν τὸν πρῶτον, καὶ τοῦ δημιουργοῦντος δὲ θεοῦ χρὴ νομίζεινⁱ πατέρα, τὸν πρῶτον θεόν. Εἰ μὲν οὖν
περὶ τοῦ δημιουργοῦ ζητοῖμεν, φάσκοντες δεῖν τὸν πρότερον ὑπάρξαντα, οὕτως ἂν ποιεῖν ἔχειν διαφερόντως, οἰκεία ἡ πρόσοδος αὕτη γεγονυῖα ἂν εἴη τοῦ λόγου. Εἰ δὲ περὶ τοῦ δημιουργοῦ μή ἐστιν ὁ λόγος, ζητοῦμεν δὲ περὶ τοῦ πρώτου, ἀφοσιοῦμαί τε τὰ λεχθέντα, καὶ ἔστω μὲν ἐκεῖνα ἄῤῥητα μέτειμι δὲ ἑλεῖν τὸν λόγον, ἑτέρωθεν θηράσας. Πρὸ μέντοι τοῦ λόγου τῆς ἁλώσεως διομολογησώμεθα ἡμῖν αὐτοῖς, ὁμολογίαν οὐκ ἀμφισβητήσιμον ἀκοῦσαι, τὸν μὲν πρῶτον θεὸν ἀργὸν εἶναι ἔργων ξυμπάντων καὶ βασιλέα, τὸν δημιουργικὸν δὲ θεὸν ἡγεμονεῖν, δι’ οὐρανοῦ ἰόντα. Διὰ δὲ τούτου καὶ ὁ στόλος ἡμῖν ἐστι, κάτω τοῦ νοῦ πεμπομένου ἐν διεξόδῳ, πᾶσι τοῖς κοινωνῆσαι συντεταγμένοις. Βλέποντος μὲν οὖν καὶ ἐπεστραμμένου πρὸς ἡμῶν ἕκαστον τοῦ θεοῦ, συμβαίνει ζῆν τε καὶ βιώσκεσθαι τότε τὰ σώματα, κηδευόμενα τοῦ θεοῦ τοῖς ἀκροβολισμοῖς· μεταστρέφοντος δὲ εἰς τὴν ἑαυτοῦ περιωπὴν τοῦ θεοῦ, ταῦτα μὲν ἀποσβέννυσθαι, τὸν δὲ νοῦν ζῆν, βίου ἐπαυρόμενον εὐδαίμονος. Ταῦτα ὁ Νουμήνιος. Σὺ δέ γε παράθες αὐτοῖς τὰ ἀπὸ τῆς τοῦ Δαβὶδ προφητείας πάλαι παρ’ Ἑβραίοις τοῦτον δομένα τὸν τρόπον· ὡςˡ ἐμεγαλύνθη τὰ ἔργα σου, κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας. Ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου· πάντα πρὸς σὲᵐ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτοῖς εἰς εὔκαιρον. Δόντος σοῦ αὐτοῖς συλλέξουσιν· ἀνοίξαντος δὲ σοῦ τὴν χεῖρα, τὰ πάντα πληρωθήσεται χρηστότητος. ’Aποστρέψαντος δὲ σοῦ τὸ πρόσωπον, ταραχθήσονται. Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. Ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται, καὶ καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. Τί γὰρ ταῦτα διαφέροι ἂν τῆς φασκούσης τοῦ φιλοσόφου διανοίας, ὡς ἄρα βλέποντος μὲν καὶ ἐπεστραμμένου πρὸς ἡμῶν ἕκαστον τοῦ θεοῦ, συμβαίνει ζῆν τε καὶ βιώσκεσθαι τότε τὰ σώματα κηδευόμεναⁿ τοῦ θεοῦ τοῖς ἀκροβολισμοῖς· μεταστρέφοντος δὲ εἰς τὴν ἑαυτοῦ περιωπὴν τοῦ θεοῦ, ταῦτα ἀποσβέννυσθαι; πάλιν δ’ αὖ τοῦ Σωτηρίου λόγου ᵒ παρ’ ἡμῖν φάντος, ἐγώ εἰμι ἡ ἄμπελος, ὁ πατήρ μου ὁ γεωργός, ὑμεῖς τὰ κλήματα· ὁ Νουμήνιος ἐπάκουσον οἷα περὶ τοῦ δευτέρου αἰτίου θεολογεῖ. Ὥσπερ δὲ πάλιν λόγος ἐστὶ γεωργῷ πρὸς τὸν φυτεύονταᵖ ἀναφερόμενος· τὸν αὐτὸν λόγον μάλιστα ἔχειq ὁ πρῶτος θεὸς πρὸς τὸν δημιουργόν. Ὁ μέν γε ὢν σπέρμα πάσης ψυχῆς, σπείρει εἰς τὰ μεταλαγχάνοντα αὐτοῦ χρήματα σύμπαντα· ὁ νομοθέτης δὲ φυτεύει καὶ διανέμει, καὶ μεταφυτεύει εἰς ἡμᾶς ἑκάστους, τὰ ἐκεῖθεν προκαταβεβλημένα. Καὶ ἑξῆς δὲ πάλιν περὶ τοῦ πῶς ἀπὸ τοῦ πρώτου αἰτίου τὸ δεύτερον ὑπέστη, τοιάδε φησίν· ὁπόσα δὲ δοθέντα, μέτεισι πρὸς τὸν λαμβάνοντα, ἀπελθόντα ἐκ τοῦ δεδωκότος, οἷα δή ἐστιʳ θεραπεία, χρήματα, νόμισμα κοῖλον, ἐπίσημον· ταυτὶ μὲν οὖν ἐστι θνητὰ καὶ ἀνθρώπινα. Τὰ δὲ θεῖά ἐστιν, οἷα μεταδοθέντα, ἐνθένδ’ ἐκεῖθι γεγενημένα, ἐνθένδε τε οὐκ ἀπελήλυθε· κἀκεῖθι γενόμενα τὸν· μὲν ὤνησε, τὸν δ’ οὐκ ἔβλαψε, καὶ προσώνησε τῇ περὶ ὧν ἠπίστατο ἀναμνήσει. Ἔστι δὲ τοῦτο τὸ καλὸν χρῆμα, ἐπιστήμη ἡ καλή, ἧς ὤνατο μὲν ὁ λαβών, οὐκ ἀπολείπεται δ’ αὐτῆς ὁ δεδωκώς. Οἷον ἂν ἴδοις ἐξαφθέντα ἀφ’ ἑτέρου λύχνου λύχνον, φῶς ἔχοντα, ὃ μὴ τὸν πρότερον ἀφείλετο, ἀλλὰ τῆς ἐν αὐτῷ ὕλης πρὸς τὸ ἐκείνου πῦρ ἐξαφθείσης. Τοιοῦτον τὸ χρῆμά ἐστι τὸ τῆς ἐπιστήμης, ἢ δοθεῖσα καὶ ληφθεῖσα παραμένει μὲν τῷ δεδωκότι, σύνεστι δὲ τῷ λαβόντι ἡ αὐτή. Τούτου δὲ τὸ αἴτιον, ὦ ξένε, οὐδέν ἐστιν ἀνθρώπινον· ἀλλ’ ὅτι ἕξις τε καὶ οὐσία ἡ ἔχουσα τὴν ἐπιστήμην, ἡ αὐτή ἐστι παρὰ τῷ δεδωκότι θεῷ, καὶ παρὰ τῷ εἰληφότι ἐμοὶ καὶ σοί. Διὸ καὶ ὁ Πλάτων τὴν σοφίαν ὑπὸ Προμηθέως ἐλθεῖν εἱς ἀνθρώπους, μετὰ φανωτάτου τινὸς πυρὸς ἔφη. Καὶ πάλιν ὑποβὰς ἔξῆς φησιν· εἰσὶ δ’ οὗτοι βίοι, ὁ μὲν πρώτου, ο δὲ δευτέρου θεοῦ. Δηλονότι ὁ μὲν πρῶτος θεός ἐστιν ἑστώςˢ, ὁ δὲ δεύτερος ἔμπαλίν ἐστι κινούμενος. Ὁ μὲν οὖν πρῶτος περὶ νὰ νοητά, ὀ δὲ δεύτερος περὶ τὰ νοητὰ καὶ αἰσθητά. Μὴ θαυμάσης δ’ εἰ τοῦτ’ ἔφην, πολὺ γὰρ ἔτι θαυμαστότερον ἀκούσῃ. Ἀντὶ γὰρ τῆς προσούσης τῷ δευτέρῳ κινήσεως, τὴν προσοῦσαν τῷ πρώτῳ στάσιν φημὶ εἶναι κίνησιν σύμφυτον· ἀφ’ ἦς ἥ τε τάξις τοῦ κόσμου, καὶ ἡ μονὴ ἡ ἀΐδιος, καὶ ἡ σωτηρία ἀναχεῖται εἰς τὰ ὅλα. Ἐπὶ τούτοις καὶ ἐν τῷ ἕκτῳ προστίθησι ταῦτα· ἐπειδὴ ᾔδει ὁ Πλάτων παρὰ τοῖς ἀνθρώποις τὸν μὲν δημιουργὸν γινωσκόμενον μόνον, τὸν μέντοι πρῶτον νοῦν, ὅστις καλεῖται, αὐτὸν παντάπασιν ἀγνοούμενον παρ’ αὐτοῖς, διὰ τοῦτο οὕτως εἶπεν, ὥσπερ ἂν εἴ τις οὕτω λέγοι· ἄνθρωποι, ὃν τοπάζετε ὑμεῖς νοῦν, οὐκ ἔστι πρῶτος, ἀλλὰ ἕτερος πρὸ τούτου νοῦς, πρεσβύτερος καὶ θειότερος. Καὶ μεθ’ ἕτερα ἐπιλέγει· κυβερνήτης μέν που ἐν μέσῳ πελάγει φορούμενος, ὑπὲρ πηδαλίου ὑψίζυγος, τοῖς οἴαξι διιθύνει τὴν ναῦν ἐφεζόμενος· ὄμματα δ’ αὐτοῦ καὶ νοῦς, εὐθὺ τοῦ αἰθέρος ξυντέταται πρὸς τὰ μετάρσια, καὶ ἡ ὁδὸς αὐτῷ ἄνω δι’ οὐρανοῦ ἄπεισι, πλέοντι κάτω κατὰ τὴν θάλατταν· οὕτω καὶ ὁ δημιουργός, τὴν ὕλῆν, τοῦ μήτε διακρουσθῆναι ᵘ, μήτε περιπλανηθῆναι αὐτήν, ἁρμονίᾳ ξυνδησάμενος, αὐτὸς μὲν ὑπὲρ ταύτης ἵδρυται, οἷον ὑπὲρ νεώς, ἐπὶ θαλάττης, τῆς ὕλης· τὴν ἁρμονίαν δὲ ἰθύνειν, ταῖς ἰδέαις οἰακίζων, βλέπει τε ἀντὶ τοῦ οὐρανοῦ εἰς τὸν ἄνω θεὸν προσαγόμενον αὐτοῦ τὰ ὄμματα, λαμβάνει τε τὸ μὲν κριτικὸν ἀπὸ τῆς θεωρίας, τὸ δὲ ὁρμητικὸν ἀπὸ τῆς ἐφέσεως. Καὶ ὁ Σωτήριος παρ’ ἡμῖν λόγος, Οὐδέν ᵛ, φησι, δύναται ὁ υἱὸς ποιεῖν ἀφ’ ἑαυτοῦ, ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα. Ἀλλὰ γὰρ τοσαῦτα καὶ περὶ τοῦδε ὁ Νουμήνιος.11 Τὰ μὲν οὖν σώματα λαβεῖν ἡμῖν ἔξεστι, σημαινομένοις ἔκ τε ὁμοίων, ἀπό τε τῶν ἐν τοῖς παρακειμένοις γνωρισμάτων ἐνόντων. Τἀγαθὸν δὲ οὐδενὸς ἐκ παρακειμένου οὐδ’ οὖν ἀπὸ ὁμοίου αἰσθητοῦ ἐστι λαβεῖν μηχανή τις οὐδεμία. Ἀλλὰ δεήσει, οἷον εἴ τις ἐπὶ σκοπῇ καθήμενος, ναῦν ἁλιάδα βραχεῖάν τινα, τούτων τῶν ἐπακτρίδων, τῶν μόνων, μίαν, μόνην, ἔρημον, μετακυμίαις ἐχομένην ὀξυδεδορκώς, μιᾷ βολῇ κατεῖδε τὴν ναῦν· οὕτω δή τινα ἀπελθόντα πὀῤῥω τῶν αἰσθητῶν, ὁμιλῆσαι τῷ ἀγαθῷ μόνῳ μόνον, ἔνθα μήτε τις ἄνθρωπος, μήτε τι ζῷον ἕτερον, μηδὲ σῶμα μέγα, μηδὲ σμικρόν, ἀλλά τις ἄφατος καὶ ἀδιήγητος ἀτεχνῶς ἐρημία θεσπέσιος, ἔνθα τοῦ ἀγαθοῦ ἤθη, διατριβαί τε καὶ ἀγλαΐαι, αὐτὸ δὲ ἐν εἴρην, ἐν εὐμενείᾳ, τὸ ἤρεμον, τὸ ἡγεμονικόν, ἵλεων, ἐποχούμενον ἐπὶ τῇ οὐσίᾳ. Εἰδέ τις πρὸς τοῖς αἰσθητοῖς λιπαρῶν, τὸ ἀγαθὸν ἐφιπτάμενον φαντάζεται, κᾄπειτα τρυφῶν οἴοιτο τῷ ἀγαθῷ ἐντετυχηκέναι, τοῦ παντὸς ἁμαρτάνει. Τῷ γὰρ ὄντι, οὐ ῥᾳδίας, θείας δὲ πρὸς αὐτὸ δεῖ μεθόδου καί ἐστι κράτιστον, τῶν αἰσθητῶν ἀμελήσαντι, νεανιευσαμένῳ πρὸς τὰ μαθήματα, τοὺς ἀριθμοὺς θεασαμένῳ, οὕτως ἐκμελετῆσαι μάθημα, τί ἐστι τὸ ἕν. Ταῦτα μὲν ἐν τῷ πρώτῳ. Ἐν δὲ τῷ πέμπτῳ ταῦτά φησιν· εἰ δ’ ἔστι μὲν νοητὸν ἡ οὐσία καὶ ἡ ἰδέα, ταύτης δ’ ὡμολογήθη πρεσβύτερον καὶ αἴτιον εἶναι ὁ νοῦς, αὐτὸς οὗτος μόνος εὕρηται ὢν τὸ ἀγαθόν. Καὶ γὰρ εἰ ὁ μὲν δημιουργὸς θεός ἐστι γενέσεως ἀρχή, τὸ ἀγαθὸν οὐσίας ἐστὶν ἀρχή. Ἀνάλογον δὲ τούτῳ μὲν ὁ δημιουργὸς θεός, ὢν αὐτοῦ μιμητής, τῇ δὲ οὐσί ἡ γένεσις, εἰκὼν αὐτῆς οὖσα
καἱ μίμημα. Εἰ γὰρ ὁ δημιουργὸς ὁ τῆς γενέσεώς ἐστιν ἀγαθός, ἦ που ἔσται καὶ ὁ τῆς οὐσίας δημιουργὸς αὐτοάγαθον, σύμφυτον τῇ οὐσίᾳ. Ὁ γὰρ δεύτερος, διττὸς ὢν αὐτός, ποιεῖ τήν τε ἰδέαν ἑαυτοῦ καὶ τὸν κόσμον, δημιουργὸς ὤν· ἔπειτα θεωρητικὸς ὅλως. υλλελογισμένων δ’ ἡμῶν ὀνόματα τεττάρων πραγμάτων, τέτταρα ἔστω ταῦτα· ὁ μὲν πρῶτος θεός, αὐτοάγαθον· ὁ δὲ τούτου μιμητής, δημιουργὸς ἀγαθός· ἡ δ’ οὐσία, μία μὲν ἡ τοῦ πρώτου, ἑτέρα δὲ ἡ τοῦ δευτέρου· ἧς μίμημα ὁ καλὸς κόσμος, κεκαλλωπισμένος μετουσίᾳ τοῦ καλοῦ. Καὶ ἐν τῷ ἕκτῳ δὲ ἐπιλέγει· μετέχει δε αὐτοῦ τὰ μετέχοντα, καὶ ἐν ἄλλῳ μὲν οὐδενί, ἐν δὲ μόνῳ τῷ φρονεῖν· ταύτῃ ἄρα καὶ τῆς ἀγαθοῦ συμβάσεως ὀνίναιτ’ ἄν, ἄλῶς δ’ οὔ. Καὶ μὲν δὴ τὸ φρονεῖν τοῦτο δεόντως ᵃ συντετύχηκε μόνῳ τῷ πρώτῳ· ὑφ’ οὗ οὖν τὰ ἄλλα ἀποχραίνεται καὶ ἀγαθοῦται, ἐὰν τοῦτο ἐκείνῳ μόνον μόνῳ προσῇ, ἀβελτέρας ἂν εἴη ψυχῆς ἔτι ἀμφιλογεῖν. Εἰ γὰρ ἀγαθός ἐστιν ὁ δεύτερος οὐ παρ’ ἑαυτοῦ, παρὰ δὲ τοῦ πρώτου, πῶς οἶόν τε ὑφ’ οὗ τῆς μετουσίας ᵇ ἐστὶν οὗτος ἀγαθός, μὴ ἀγαθὸν εἶναι, ἄλλως τε κἂν τύχῃ αὐτοῦ ὡς ἀγαθοῦ μεταλαχὼν ὁ δεύτερος ; Οὕτω τοι ὁ Πλάτων ἐκ συλλογισμοῦ τῷ ὀξὺ βλέποντι ἀπέδωκε τὸ ἀγαθὸν ὅτι ἐστὶν ἕν. Καὶ πάλιν ἑξῆς φησι· ταῦτα δὲ οὕτως ἔχοντα ἤδη ἐστὶ μὲν ὁ Πλάτων ἄλλῃ καὶ ἄλλῃ χωρίσας· ἰδίᾳ μὲν γὰρ τὸν κυκλικὸν λόγον ᵈ ἐπὶ τοῦ δημιουργοῦ ἐγράψατο ἐν Τιμαίῳ εἰπών, ἀγαθὸς ἦν· ἐν δὲ τῇ πολιτείᾳ, τὸ ἀγαθὸν εἶπεν, ἀγαθοῦ ἰδέαν· ὡς δὴ τοῦ δημιουργοῦ ἰδέαν οὖσαν τὸ ἀγαθόν, ὅστις πέφανται ἡμῖν ἀγαθὸς μετουσίᾳ τοῦ πρώτου τε καὶ μόνου. Ὅπως γὰρ ἄνθρωποι μὲν λέγονται τυπωθέντες ὑπὸ τῆς ἀνθρώπου ἰδέας, βόες δὲ καὶ ἵπποι ὑπὸ τῆς βοὸς καὶ ἵππου ἰδέας ᵊ· οὕτω καὶ εἰκότως ὁ δημιουργὸς εἴπερ ἐστὶ μετουσίᾳ τοῦ πρώτου ἀγαθοῦ ἀγαθός, ἰδέα ἂν εἴη ὁ πρῶτος νοῦς, ὢν αὐτοάγαθον.12 Εἰ μὲν γράφειν ὑποτεινάμενος ὁ Πλάτων περὶ τῆς θεολογίας τῆς τῶν Ἀθηναίων, εἶτα ἐδυσχέραινεν αὐτῇ, καὶ κατηγόρει, ἐχούσῃ στάσεις μὲν πρὸς ἀλλήλους, τέκνων δὲ τῶν μὲν μίξεις, τῶν δὲ ἐδωδά· τῶν δὲ ἀντὶ τούτων πατράσι τιμωρίας, ἀδελφῶν τε
ἀδελφοῖς ὑμνούσῃ, καὶ ἄλλα τοιαῦτα· εἴπερ ὀ Πλάτων ταυτὶ λαβὼν εἰς τὸ φανερὸν κατηγόρει, παρασχεῖν ἂν δοκεῖ μοι τοῖς Ἀθηναίοις αἰτίαν, πάλιν κακοῖς γενέσθαι ἀποκτείνασι καὶ αὐτὸν ὥσπερ τὸν Σωκράτην. Ἐπεὶ δὲ ζῆν μὲν οὐκ ἂν προείλετο μᾶλλον, ἢ ἀληθεύειν, ἑώρα δὲ ζῆν τε καὶ ἀληθεύειν ἀσφαλῶς δυνησόμενος, ἔθηκεν ἐν μὲν τῷ σχήματι τῶν Ἀθηναίων τὸν Εὐθύφρονα, ὄντα ἄνδρα ἀλαζόνα, καὶ κοάλεμον, καὶ εἴ τις ἄλλος θεολογεῖ κακῶς • αὐτὸν δὲ τὸν Σωκράτην ἐπ’ αὐτοῦ τε καὶ ἐν τῷ ἰδίῳ σχηματισμῷ, ἐν ᾧ περὶ εἰωθότος ἤλεγχεν ἑκάστῳ προσομιλῶν.13 Νουμήνιος δὲ τὴν συγκαταθετικὴν δύναμιν παραδεκτικὴν ἐνεργειῶν φήσας εἶναι, σύμπτωμα αὐτῆς φησιν εἶναι τὸ φανταστικόν, οὐ μὴν ἔργον γε καὶ ἀποτέλεσμα, ἀλλὰ παρακολούθημα.
14 Ἄλλοι δέ, ὧν καὶ Νουμήνιος, οὐ τρία μέρη ψυχῆς μιᾶς ἢ δύο γε, τὸ λογικὸν καὶ ἄλογον, ἀλλὰ δύο ψυχὰς ἔχειν ἡμᾶς οἴονται, ὥσπερ καὶ ἄλλοι, τὴν μὲν λογικὴν τὴν δὲ ἄλογον.
15 Ἴθι δὴ οὖν ἐπὶ τὴν καθ’ αὑτὴν ἀσώματον οὐσίαν ἐπανίωμεν, διακρίνοντες καὶ ἐπ’ αὐτῆς ἐν τάξει τὰς περὶ ψυχῆς πάσας δόξας. Εἰσὶ δή τινες, οἳ πᾶσαν τὴν τοιαύτην οὐσίαν ὁμοιομερῆ καὶ τὴν αὐτὴν καὶ μίαν ἀποφαίνονται, ὡς καὶ ἐν ὁτῳοῦν αὐτῆς μέρει εἶναι τὰ ὅλα· οἵτινες καὶ ἐν τῇ μεριστῇ ψυχῇ τὸν νοητὸν κόσμον καὶ θεοὺς καὶ δαίμονας καὶ τἀγαθὸν καὶ πάντα τὰ πρεσβύτερα ἐν αὐτῇ ἐνιδρύουσι, καὶ ἐν πᾶσιν ὡσαύτως πάντα εἶναι ἀποφαίνονται, οἰκείως μέντοι κατὰ τὴν αὐτῶν οὐσίαν ἐν ἑκάστοις. Καὶ ταύτης τῆς δόξης ἀναμφισβητήτως μέν ἐστι Νουμήνιος. Κατὰ δὴ ταύτην νοῦ καὶ θεῶν καὶ τῶν κρειττόνων γενῶν οὐδὲν ἡ ψυχὴ διενήνοχε κατὰ τὴν ὅλην οὐσίαν
16 Ἤδη τοίνυν καὶ ἐν αὐτοῖς τοῖς Πλατωνικοῖς πολλοὶ διαστασιάζουσιν· οἱ μὲν εἰς μίαν σύνταξιν καὶ
μίαν ἰδέαν τὰ εἴδη και τὰ μόρια τῆς ζωῆς καὶ τὰ ἐνεργήματα συνάγοντος, ὥσπερ Πλωτῖνός τε καὶ Πορφύριος· οἱ δὲ εἰς μάχην ταῦτα κατατείνοντες, ὥσπερ Νουμήνιος.17 Τῶν δ’ αὖ διισταμένων πρὸς τούτους, καὶ ἀπὸ τῶν ἔξωθεν προσφυομένων προστιθέντων ὁπωσοῦν τῇ ψυχῇ τὸ κακόν, ἀπὸ μὲν τῆς ὕλης Νουμηνίου καὶ Κρονίου πολλάκις.
18 Οὐκ ἔχοντες δὲ σκοπὸν τῆς διαφορότητος εἰς ταὐτὸ συγχέουσι τὰς ἐνσωματώσεις τῶν ὅλων, κακάς τε εἶναι πάσας διισχυρίζονται, καὶ διαφερόντως οἱ περὶ Κρόνιόν τε καὶ Νουμήνιον καὶ Ἁρποκρατίωνα.
19 Ἕνωσιν μὲν οὖν καὶ ταυτότητα ἀδιάκριτον τῆς ψυχῆς πρὸς τὰς ἑαυτῆς ἀρχὰς πρεσβεύειν φαίνεται Νουμήνιος, σύμφυσιν δὲ καθ’ ἑτέραν οὐσίαν οἱ πρεσβύτεροι διασώζουσι. Καὶ ἀναλύσει μὲν ἐκεῖνοι, συντάξει δὲ οὗτοι προσεοίκασι.
20 Νουμήνιος μὲν γὰρ τρεῖς ἀνυμνήσας θεοὺς πατέρα μὲν καλεῖ τὸν πρῶτον, ποιητὴν δὲ τον δεύτερον, ποίημα δὲ τὸν τρίτον.