Fragmenta

Matron of Pitana

Corpusculum Poesis Epicae Graecae Ludibundae, Vol. I. Fasc. prior. Brandt, Paul, editor. Leipzig: Teubner, 1888.

  1. οἱ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι,
  2. Εὔβοιός τε καὶ Ἑρμογένης δῖοί τε Φίλιπποι,
  3. οἱ μὲν δὴ τεθνᾶσι καὶ εἰν Ἀίδαο δόμοισιν.
  4. ἔστι δέ τις Κλεόνικος, ὃν ἀθάνατος λάχε γῆρυς,
  5. οὔτε πονητάων ἀδαήμων οὔτε θεάτρων,
  6. ᾧ καὶ τεθνειῶτι λαλεῖν πόρε Φερσεφόνεια.