The Martyrdom of Polycarp

Martyrium Polycarpi

Martyrium Polycarpi. The Apostolic Fathers, Vol. 2. Lake, Kirsopp, editor. London: William Heinemann Ltd.; New York: G.P. Putnam's Sons, 1917.

Τῷ δὲ Πολυκάρπῳ εἰσιόντι εἰς τὸ στάδιον [*](Jos. 1, 6) φωνὴ ἐξ οὐρανοῦ ἐγένετο: Ἴσχυε, Πολύκαρπε, καὶ ἀνδρίζου. καὶ τὸν μὲν εἰπόντα οὐδεὶς εἶδεν,

324
τὴν δὲ φωνὴν τῶν ἡμετέρων οἱ παρόντες ἤκουσαν. καὶ λοιπὸν προσαχθέντος αὐτοῦ, θόρυβος ἦν μέγας ἀκουσάντων, ὅτι Πολύκαρπος συνείληπται.

προσαχθέντα οὖν αὐτὸν ἀνηρώτα ὁ ἀνθύπατος, εἰ αὐτὸς εἴη Πολύκαρπος. τοῦ δὲ ὁμολογοῦντος, ἔπειθεν ἀρνεῖσθαι λέγων: Αἰδέσθητί σου τὴν ἡλικίαν, καὶ ἕτερα τούτοις ἀκόλουθα, ὡς ἔθος αὐτοῖς λέγειν: Ὄμοσον τὴν Καίσαρος τύχην, [*](The customary Greek for the oath (per genium) (or sometimes (fortunam,) hence tu/xhn) Caesaris shich Christians rejected. Per salutem Caesaris (swthri/an) they accepted. (Cf Tertullian Apol. 32.)) μετανόησον, εἶπον: Αἶρε τοὺς ἀθέους. ὁ δὲ Πολύκαρπος ἐμβριθεῖ τῷ προσώπῳ εἰς πάντα τὸν ὄχλον τὸν ἐν τῷ σταδίῳ ἀνόμων ἐθνῶν ἐμβλέψας καὶ ἐπισείσας αὐτοῖς τὴν χεῖρα, στενάξας τε καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν εἶπεν: Αἶρε τοὺς ἀθέους.

ἐγκειμένου δὲ τοῦ ἀνθυπάτου καὶ λέγοντος: Ὄμοσον, καὶ ἀπολύω σε, λοιδόρησον τὸν Χριστόν, ἔφη ὁ Πολύκαρπος: Ὀγδοήκοντα καὶ ἓξ ἔτη δουλεύω αὐτῷ, καὶ οὐδέν με ἠδίκησεν: καὶ πῶς δύναμαι βλασφημῆσαι τὸν βασιλέα μου τὸν σώσαντά με;