The Martyrdom of Polycarp

Martyrium Polycarpi

Martyrium Polycarpi. The Apostolic Fathers, Vol. 2. Lake, Kirsopp, editor. London: William Heinemann Ltd.; New York: G.P. Putnam's Sons, 1917.

Ἔχοντες οὖν τὸ παιδάριον, τῇ παρασκευῇ περὶ δείπνου ὥραν ἐξῆλθον διωγμῖται καὶ ἱππεῖς [*](Mt. 26, 55) μετὰ τῶν συνήθων αὐτοῖς ὅπλων ὡς ἐπὶ λῃστὴν τρέχοντες. καὶ ὀψὲ τῆς ὥρας συνεπελθόντες ἐκεῖνον μὲν εὗρον ἐν ὑπερῴῳ κατακείμενον: [*](e)n u(perw/|w| katakei/menon E, e)/n tini dwmati/w| e)n u(perw/|w| katakei/menon m, e)/n tini dwmati/w| katakei/menon e)n u(perw/|w| bpsv.) κἀκεῖθεν δὲ ἠδύνατο εἰς ἕτερον χωρίον ἀπελθεῖν, [*](Acts 21, 14 cf. Mt. 6, 10) ἀλλ̓ οὐκ ἠβουλήθη εἰπών: Τὸ θέλημα τοῦ θεοῦ γενέσθω.

ἀκούσας οὖν παρόντας αὐτούς, καταβὰς διελέχθη αὐτοῖς, θαυμαζόντων τῶν παρόντων τὴν ἡλικίαν αὐτοῦ καὶ τὸ εὐσταθές, καὶ εἰ τοσαύτη σπουδὴ ἦν τοῦ συλληφθῆναι τοιοῦτον πρεσβύτην ἄνδρα. εὐθέως οὖν αὐτοῖς ἐκέλευσεν παρατεθῆναι φαγεῖν καὶ πιεῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, ὅσον ἂν βούλωνται, ἐξῃτήσατο δὲ αὐτούς, ἵνα δῶσιν αὐτῷ ὥραν πρὸς τὸ προσεύξασθαι ἀδεῶς.

τῶν δὲ ἐπιτρεψάντων, σταθεὶς προσηύξατο πλήρης ὢν τῆς χάριτος τοῦ θεοῦ οὕτως ὥστε ἐπὶ δύο ὥρας μὴ δύνασθαι σιγῆσαι καὶ ἐκπλήττεσθαι τοὺς ἀκούοντας, πολλούς τε μετανοεῖν ἐπὶ τῷ ἐληλυθέναι ἐπὶ τοιοῦτον θεοπρεπῆ πρεσβύτην.

322