Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

ΠΕΡΙ ΖΜΥΡΑΙΝΗΣ

Ζμύραινά ἐστιν θηρίον θαλάσσιον καὶ κακουργὸν καὶ πονηρόν, ἀλέπιδον, ἔχον φολίδας μελαίνας ἐν τῇ ῥάχει καὶ ἐν τῇ δορᾷ, ἰοβόλον δὲ καὶ ὁρμητικὸν ἐπ’ ἀνθρώ πους. Ἐναντία ἐστὶν ἡ ζμύραινα τῷ ὀκτάποδι καὶ ἀναιρεῖ αὐτόν. Τὴν δὲ ζμύραιναν ἀναιρεῖ κάραβος, ὥστε ζμυραίνης καὶ καράβου ἄμφω ἑψημένων ἀφανίζεται ἡ ζμύραινα. Τὸν δὲ κάραβον πάλιν ἀναιρεῖ ὁ πολύπους.

Τῆς ζμυραίνης οἱ ὄδοντες ἁρμόζουσιν ὀδοντοφυοῦσιν παιδίοις περιαφθέντες.

(f. 114 v.) 〈Μετὰ› πεπεροζώμου δὲ ἐσθιομένη νεφριτικοὺς ἰᾶται, καὶ ἐλεφαντίασιν καὶ τὰ ψωρώδη πάθη ἄκρως ἰᾶται.

ΠΕΡΙ ΗΠΑΤΟΣ

Ἧπαρ ἰχθύς ἐστι μαλακός, ἀργός, ἧπαρ μέγα ἔχων.

Τούτου ἡ χολὴ σὺν μελικράτῳ ποθεῖσα ἡπατικοὺς ἄκρως ἰᾶται.

Τὸ δὲ ἧπαρ αὐτοῦ λεῖον ἐπιπλασσόμενον πᾶσαν φλεγμονὴν καὶ ποδάγραν ἰᾶται.

Ἡ δὲ κεφαλὴ αὐτοῦ καυθεῖσα ξήριον ἕλκη χρόνια 〈καὶ〉 νεμομένα θεραπεύει.

ΠΕΡΙ ΘΥΝΝΟΥ

Θύννου ὀφθαλμοὺς καὶ πνεύμονος θαλασσίου ἐάν τις λειώσας ῥάνῃ ἐν στέγει τοῦ οἴκου, ὀψὲ δόξουσιν οἱ ἐν τῷ οἴκῳ ἀστέρας ὁρᾶν.

Ἐὰν δὲ ῥάβδον χρίσῃς ὁδεύων ὀψέ, ἀσελήνου, δόξεις φῶς ἐκ τῆς ῥάβδου ἀποπέμπεσθαι.