Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

ΠΕΡΙ ΥΔΡΟΥ

Ὕδρος ἐστὶν ὄφις τὰ πολλὰ ἐν τοῖς ὕδασι διαιτώμενος, παρὰ λίμναις νηχόμενος,

ὑπερέχων τῷ στήθει τοῦ ὕδατος, πονηρὸν ζῶον. Οὗτος ἔχει λίθον ἐν τῇ κεφαλῇ. Ἐὰν οὖν τις αὐτὸν ἀγρεύσῃ, εὑρίσκει τὸν λίθον ἐνεχθέντα ἀπὸ τῆς κεφαλῆς.

Κρεμασμένου καὶ ἐξορκιζομένου τοῦ ὄφιος, ἵνα τὸν λίθον ἐξεμέσῃ, ὑποθυμιωμένης αὐτῷ δάφνης, καὶ λέγομεν οὕτω· « Μὰ τὸν σὲ κτίσαντα Θεόν, ὃν πολλάκις ἀξιῶ προσκυνήσας τῇ διχῆ σου γλώσσῃ, ἐάν μοι δῴης (f. 118 r.) τὸν λίθον, οὐ μὴ σὲ ἀδικήσω, ἀλλὰ σὲ ἀποπέμψω εἰς τοὺς ἰδίους σου τόπους. » Καὶ ἐπὰν ἐμέσῃ τὸν λίθον, λαβὼν ἐν ῥάκει ὁλοσηρικῷ, φύλασσε.

Τοῦ δὲ λίθου τούτου ἡ δύναμις πειράζεται οὕτω. Γέμισον εἰς χαλκοῦν σκεῦος ὕδωρ, καὶ ἐπίθες τὸν λίθον περιάπτων τῷ ἀγγείῳ· σημείωσον οὖν καὶ εὑρήσεις τὸ ὕδωρ ἑκάστης ἡμέρας 〈μειοῦσθαι〉 παρὰ κοτύλας δύο (ὅ ἐστι ὁ ξέστης).

Ἐγὼ οὖν ποτε ὑδεριώσῃ γυναικὶ περιῆψα τὸν λίθον καὶ ἀλυπότατα περιεγενόμην τοῦ πάθους. Παπύρῳ γοῦν ἑκάστης ἡμέρας τὴν κοιλίαν αὐτῆς ἐμέτρουν, καὶ παρὰ δακτύλων τεσσάρων δακτύλους 〈 μειούμενον〉 ἀεὶ τὸ μέτρον ἑκάστης ἡμέρας εὕρισκον· καὶ εἰς τὸ κατὰ φύσιν ἔστησα, καὶ ἀφελόμην. Εἰ γὰρ ἐπιμένει περιαφθεὶς ὁ λίθος, καὶ τὸ ἔμφυτον ὑγρὸν ἐξαναλίσκει καὶ ξηρὸν τὸν φοροῦντα ἀπεργάζεται.

(f. 118 v.) Ἁρμόδιος γάρ ἐστιν πρὸς μέτρον περιαπτόμενος οὐ μόνον ὑδρωπικοῖς, ἀλλὰ καὶ ποδῶν ῥεύματα καὶ δακρύων ἐπιφορὰς καὶ καθόλου τὸ ὁτιοῦν μέλος 〈ἰᾶται〉.

Ῥευματιζομένους δὲ πόδας ἡ κεφαλὴ τῷ τῆς ἀντιπαθείας λόγῳ τῆς φύσεως θεραπεύει.

Τοιαύτην φύσιν τε καὶ ἐνέργειαν οὗτος ὁ λίθος κέκτηται τοῦ ὕδρου ὄφεως τοῦ λεγομένου.