Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

ΠΕΡΙ ΓΥΠΟΣ

Γὺψ μέγιστον ὄρνεον καὶ πολύχρηστον, πᾶσι γνωστόν. Τοῦ μὲν νεοσσοῦ τοῦ γυπὸς ἡ χρῆσίς ἐστιν αὕτη· ὀστᾶ ἐκ τῆς (f. 92 v.) κεφαλῆς αὐτοῦ περιαφθέντα ἐν μίτῳ πορφυρῷ περὶ τὸν ἀγκῶνα κεφαλαλγίαν ἰᾶται καὶ χρονίαν σκότωσιν κεφαλῆς.

Ὁ δὲ ἐγκέφαλος αὐτοῦ λειωθεὶς σὺν κεδρίᾳ καὶ ἐλαίῳ παλαιῷ καὶ περιχρισθεὶς τοῖς κροτάφοις πᾶσαν κεφαλαλγίαν ἰᾶται καὶ κάρον.

Ἡ δὲ χολὴ μετὰ μέλιτος καὶ χυλοῦ πρασίου ὑπόχυσιν θεραπεύει.

Τὸ δὲ στέαρ μιχθὲν σὺν χοιρείῳ στέατι βοηθεῖ ἀρθριτικοῖς, τρομώδεσιν καὶ ψυγμένοις, ποδαγροῖς, στομαχικοῖς καὶ παραλυτικοῖς, τοῖς ἀπὸ κενώσεως σπωμένοις.

Εἶτα ἡ καρδία αὐτοῦ ἐν δέρματι δεθεῖσα πᾶσαν αἱμορραγίαν ἵστησι. Φεύξεται πᾶς δαίμων τὸν φοροῦντα καὶ λῃσταὶ καὶ θηρία· ἕξει δὲ (f. 93 r.) χάριν πρὸς πάντας ἀνθρώπους καὶ πάσας γυναῖκας· καὶ ἐν εὐπορίᾳ βιώσει· ἔσται δὲ νικητικὸς εἰς πᾶν πρᾶγμα.

Τοῦ δὲ μεγάλου γυπὸς ἡ καρδία ἑψηθεῖσα καὶ δοθεῖσα ἐν βρώματι λάθρα ἢ ξηρὰ ἐν πότῳ δοθεῖσα γυναιξὶν μεγάλην καὶ φιλίαν καὶ πόθον ἐρωτικὸν αὐταῖς ἐμποιεῖ.

Οἱ δὲ πόδες αὐτοῦ βασταζόμενοι πρὸς εὐτυχίαν λόγων καὶ ἐπίτευξιν πραγμάτων καὶ σιγὴν ἐχθρῶν καὶ νίκην ἀντιδίκων ἄκρως καὶ παραδόξως ποιοῦσι.

Οἱ δὲ ὄνυχες αὐτοῦ καέντες καὶ λειωθέντες σὺν οἴνῳ παλαιῷ καὶ συγχριόμενοι τὸ σῶμα ὅλον καὶ πινόμενοι πρὸς νίκην ἐχθρῶν ποιοῦσι.

Τὸ δὲ στόμα αὐτοῦ σὺν τῇ γλώσσῃ αὐτοῦ φορούμενον ποιεῖ πρὸς ὁδοιποιρίας νυκτερινάς· (f. 93 v.) ἀπελαύνει γὰρ δαίμονας καὶ θηρία καὶ πᾶν ἑρπετὸν καὶ πᾶν κακόν, καὶ ἀπλῶς εἰπεῖν πᾶσαν νίκην καὶ χρημάτων εὐπορίαν παρέχει καὶ λόγων εὐτυχίαν, καὶ αἰτίας εὐλογοῦσα, καὶ δόξαν καὶ τιμὴν τῷ φοροῦντι προξενεῖ.

Φόρει οὖν σὺν τῇ γλώσσῃ καὶ τοὺς ὀφθαλμοὺς τῷ σώματι ἁγνὸς ὧν.

Ἐὰν δὲ γυνὴ τὸν μυελὸν τοῦ ὀρνέου τήξῃ καὶ ἀλείψηται τὴν κοιλίαν αὐτῆς ἐπὶ ἡμέρας ἐπτά, ἀλείψῃ δὲ καὶ τοῦ ἰδίου ἀνδρὸς αὐτῆς, οὐ συλλήψεται οὐδ’ ὅλως

Τὰ δὲ ὀστέα αὐτοῦ καέντα καὶ λειωθέντα ἔχε ξήριον· ἰᾶται γὰρ παντοῖον ἕλκος ἐπιπασσόμενον· καὶ ὀδονταλγίαν ὠφελεῖ σὺν οἴνῳ πινόμενον καὶ κλυζόμενον.

Ἡ δὲ χολὴ σὺν χυλῷ πρασίου καὶ ὀποβαλσάμῳ καὶ (f. 94 r.) μέλιτι λειωθεῖσα πᾶσαν ἀμαύρωσιν καὶ ἀχλὺν καὶ ὑπόχυσιν ἰᾶται ἄκρως.

Τὰ δὲ πτερὰ αὐτοῦ θυμιώμενα λήθαργον καὶ ὑστερικὴν πνίγα καὶ φρενιτικοὺς θεραπεύει.

Ὅσα δὲ ποιεῖ ὁ ἀετός, τοσαῦτα καὶ ὁ γὺψ ποιεῖ, ἀλλ’ εἰ καὶ τοῦ γυπὸς τὰς πλείστας χρείας κατελείψαμεν κατὰ πάντα ὡς τοῦ ἀετοῦ, χρή σε καὶ ἐπὶ τούτου ποιεῖν.