Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

ΠΕΡΙ ΩΩΝ

Ὠὰ ὀρνίθων νεαρὰ ἐπιχρισθέντα πυρικαύστους ἰᾶται.

Ὠὸν δὲ εὐθύτοκον περιαφθὲν (f. 109 v.) ὠκυτόκιόν ἐστι· ἔστι δὲ πολύχρηστον καὶ ἀναγκαῖον τοῖς περὶ τοῖς ὀφθαλμοῖς πάθεσι.

Ὠῶν δὲ λέκιθος ὀπτὴ μετὰ μυρσίνης τὰ ἐξ ὑποδημάτων παρατρίμματα ἰᾶται,

καὶ πᾶσαν φλεγμονὴν καὶ ῥευματισμὸν καταστέλλει. Χρήσιμον δὲ καὶ πεσσοῖς, καὶ τοῖς περὶ τὴν ἕδραν ὑστερῶν πάθεσι, καὶ πᾶσαν ὀδύνην ἰᾶται, μάλιστα δὲ φλεγμονὰς ἐρυσιπέλων καὶ φυμάτων. Ὠμὸν δὲ ῥοφούμενον στέλλει οὖν γυναικὸς καὶ ἀναγωγὰς αἱμάτων καὶ ἀρτηρίας λαμπρύνει. Ποιεῖ δὲ πρὸς φλεγμονὴν δακτυλίου καὶ ῥαγάδας καὶ πᾶσαν ὀδύνην ἄκρως.

Τὸ δὲ κέλυφος αὐτοῦ καυθὲν καὶ λειωθὲν ἐμφυσᾶται πρὸς αἱμορραγίας μυκτήρων· σμηχόμενον δὲ ὄδοντας λαμπρύνει.

Ὁ δὲ ὑμὴν πεποίηται πρὸς χείλη ἐρρωγότα καὶ τραχεῖαν γλῶσσαν. Ποιεῖ δὲ ἁρμοδίως πρὸς χρυσοποιίαν. Ὁμοίως δὲ καὶ τὰ τοῦ χηνός (f. 110 r.) καὶ τοῦ ταῶνος.