Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

ΠΕΡΙ ΧΕΛΙΔΟΝΟΣ

Χελιδὼν ἡ τὸ ἔαρ πάντας διυπνίζουσα ἔχει πρᾶξιν τοιαύτην· ἐάν τις τοὺς νεοσσοὺς αὐτῆς βάλλῃ εἰς χύτραν καὶ προσπηλώσας ὀπτάσῃ, ἔπειτα δὲ ἀνοίξας τὴν χύτραν κατανοήσῃ, εὑρήσει τοὺς νόσσους δύο (f. 107 r.) ἀποστρεφομένους ἀλλήλοις.

Ἐὰν οὖν λάβης τοὺς φιλοῦντας καὶ λειώσῃς μετὰ ῥοδίνου καὶ ἀλείψῃς γυναῖκα, παραχρῆμα σοὶ ἀκολουθήσει.

Εἰ δὲ καὶ δῴης πιεῖν ἐκ τῆς τέφρας, μανήσεται ἀπὸ τοῦ ἔρωτος· λύσεις δὲ τοῦτο. Λαβὼν ἐκ τῆς τέφρας τῶν νεοσσῶν τῶν ἀποστρεφομένων, ἄλειψον ἢ πότισον· καὶ ἀποστρεφήσεται ὁ ἔρως ὁ πολύς.

Ἡ δὲ τέφρα αὐτῶν τε καὶ τῶν μητέρων σὺν μέλιτι διαχριομένη συναγχικοὺς ἰᾶται, καὶ βρόγχου ἕλκη σὺν μελικράτῳ πινομένη.

Αὐτὴ δὲ ἡ χελιδὼν συνεχῶς ἐσθιομένη ἱερὰν νόσον θεραπεύει.

Οἱ δὲ ἐντὸς τῆς κοιλίας τῶν νεοσσῶν λίθοι περιαπτόμενοι δεξιῷ βραχίονι ἡπατικοὺς ἰῶνται. Προφυλακτικοὶ δέ εἰσιν βηχός, κορύζης, σταφυλῆς παρισθμίων καὶ πάσης ὀφθαλμίας.

Οἱ δὲ ὀφθαλμοὶ περιαπτόμενοι μετώπῳ ὀφθαλμίαν παύουσι (f. 107 v.) καὶ παντοῖον ῥιγοπύρετον ἰῶνται. Ἐσθιόμενοι δὲ ἐπιληψίαν παύουσι καὶ ὠκυτοκίαν παρέχουσιν.

Ἡ δὲ τέφρα σὺν μέλιτι χριομένη ὀξυωπίαν ποιεῖ. Διαχριομένη δὲ ὡσαύτως ἕλκη τὰ ἐν φάρυγξι καὶ γλώττῃ τὰ ἤδῃ νεμόμενα καὶ γαγγραίνας ἄκρως θεραπεύει.

Ὁ δὲ πηλὸς τῆς καλιᾶς αὐτοῦ μεθ’ ὕδατος λειωθεὶς καὶ περιχριόμενος τραχήλῳ καὶ φάρυγγι φλεγμονὰς καὶ συνάγχην ἰᾶται· σὺν ὄξει δὲ κεφαλαλγίαν παύει.

Ἡ δὲ κόπρος αὐτῆς ποθεῖσα φύματα ἰᾶται. Μετὰ χολῆς δὲ αἰγείας μιχθεῖσα βάπτει τρίχας μελαίνας καὶ ἀλφοὺς [μελαίνας] ἰᾶται.

ΠΕΡΙ ΧΑΡΑΔΡΙΟΥ

Χαραδριός, ὄρνεον βασιλικὸν προγνωστικόν· ἐὰν γάρ τις ἀρρωστῇ καὶ εἰσάξουν ἔμπροσθεν αὐτοῦ τὸ ὄρνεον καὶ ἀποστρέψῃ τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ νοσοῦντος, ἀποθνήσκει· εἰ δὲ ἀτενίσει τῷ νοσοῦντι, αἴρει (f. 108 r.) ἅπασαν νόσον καὶ ἀνίπταται εἰς τὸν ἥλιον καὶ ἀπορρίπτει τὴν νόσον, καὶ σώζεται καὶ ὁ ἀσθενῶν καὶ τὸ πτηνόν.

Τούτου ἡ καρδία καὶ ἡ κεφαλὴ φορουμένη ἄνοσον καὶ ἀβλαβῆ ἀπὸ παντὸς πάθους ποιεῖ τὸν φοροῦντα ἐπὶ παντὸς βίου αὐτοῦ.

ΠΕΡΙ ΧΗΝΑΡΙΟΥ

Χήν ἐστι ζῶον ὄρνεον γνωστόν.

Ζώσης οὖν χηνὸς ἐάν τις ἀποκόψῃ τὴν γλῶσσαν ψαλίδι καὶ ἀποθῆται ἐν τῷ στήθει καθεύδοντος ἀνδρὸς ἡ γυναικός, ἐξομολογήσεται πάντα ὅσα ἔπραξεν.

Ὁ δὲ ἐγκέφαλος αὐτῆς σὺν τῷ ἰδίῳ στέατι καὶ μελιλώτῳ καὶ ἑψήματι ἑφθὸς προστεθεὶς ῥαγάδας καὶ αἱμορροΐδας καὶ πᾶσαν φλεγμονὴν δακτυλίου θεραπεύει. Σὺν δὲ ῥοδίνῳ 〈καὶ〉 στέατι καὶ ὀπτοῖς λεκίθοις ὤων λειωθεὶς πρὸς φλεγμονὴν μήτρας ποιεῖ. Μετὰ δὲ μυελοῦ ἐλαφείου πρὸς ῥαγάδας χειλῶν καὶ χείμετλα ἁρμόζει. Σὺν κρινίνῳ ἐλαίῳ δὲ ἐνιέμενος (f. 108 v.) ἕλκει νεκρὰ ἔμβρυα. Πρὸς δὲ τὰς ἀφθὰς χρήσιμος, μετὰ χυλοῦ στρύχνων. Σὺν μέλιτι δὲ τὰ πεῖ γλῶσσαν ἰᾶται. Σὺν δὲ νάρδῳ ποιεῖ πρὸς τὰ ῥευματιζόμενα ὦτα καὶ χρόνια. Σὺν δὲ σταφίσιν ἀγρίαις λειωθεὶς ἄνθρακας καθαίρει.

Ἡ δὲ χολὴ αὐτοῦ, μάλιστα τοῦ ἀγρίου, μετὰ χυλοῦ πρασίου ἢ πολυγόνου πεσσῷ τεθεῖσα σύλληψιν ποιεῖ ἀνδράσι τε ἔντασιν.

Τὸ δὲ στέαρ χρήσιμον πεσσοῖς, ἀκόποις, μαλάγμασιν.

Ἡ δὲ κόπρος σὺν ὕδατι ποθεῖσα βῆχας παύει· ἡ δὲ τοῦ ἀγρίου χηνὸς κόπρος θυμιωμένη δαίμονας ἀπελαύνει καὶ ληθαργὸν ἰᾶται καὶ ὑστερικὴν πνιγάδα.

Ἡ δὲ χολὴ μετὰ χολῆς βοὸς καὶ χυλοῦ δάφνης κώφωσιν ἰᾶται.

Ὁ δὲ ζωμὸς αὐτοῦ ποθεὶς σὺν οἴνῳ βοηθεῖ τοῖς πίνουσιν οἶνον ἢ ἀκόνιτον ἢ δορύκνιον.