Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

ΠΕΡΙ ΜΕΡΟΠΟΣ

Μέροψ στρουθίον ἑστὶν ὁλοπράσιον· τὰ δὲ πτερὰ πορφυρᾶ, ὅν τινες γάγγραιναν ὀνομάζουσιν. Ἔστιν δὲ φρόνιμον καὶ πολλὰ ποιοῦν 〈ὡς〉 καὶ ἡ ἀλκυονίς. Τοῦτο ὅταν τέκῃ καὶ θέλῃ τις ἀγρεῦσαι τὰ νόσσια αὐτοῦ, μεταίρει αὐτὰ ἀπὸ τόπου εἰς τόπον· καὶ ὅταν σιτίζῃ αὐτά, εἰς πολλοὺς τόπους ἀπέρχεται, ἵνα μὴ νοηθῇ ποῦ αὐτὰ τρέφει.

Ταύτης ἡ καρδία ἐπὶ φίλτρα χρήσιμος, καὶ ἐσθιομένη καρδιακοὺς ὠφέλει, καὶ ἰκτερικοὺς καὶ στομαχικούς.

Μέροψ δὲ ἐκλήθη (f. 98 v.) διὰ τὸ εὐθὺς ἔχειν μετὰ τὸν ἄνθρωπον καὶ φιλίαν εἰς αὐτὸν τίθεσθαι.

Ἡ δὲ χολὴ αὐτοῦ μετὰ μέλιτος καὶ χυλοῦ πηγάνου ὑπόχυσιν ἰᾶται.

ΠΕΡΙ ΜΕΛΙΣΣΩΝ, ΣΤΡΟΥΘΙΩΝ ΤΩΝ ΜΕΛΑΓΚΟΡΥΦΩΝ

Μελισσός, στρουθίον ᾄδον καλῶς τῷ θέρει. Οὗτος καεὶς καὶ σὺν μέλιτι λειωθεὶς καὶ χρισθεὶς μελικηρίδας, στεατώματα θεραπεύει· ὀπτὸς δὲ ἐσθιόμενος δυσεντερικοὺς ἰᾶται.