Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

ΠΕΡΙ ΙΠΠΟΝ

Ἵππος, ζῶον βασιλικόν, ὀξύ, γνώριμον πᾶσι. Τούτου γεννηθέντος εὐθὺς λαβὼν τὸ ἐν τῷ μετώπῳ νεφέλιον [λιον] ὅπερ οἱ ἰππονόμοι ἱππομανὲς λέγουσιν, ἕξεις

φορῶν φιλητήσιον μέγιστον· εἰ γὰρ μόνον περιάψεις τινὶ μετ’ αὐτοῦ, σφόδρα σε ἀγαπήσει· καὶ 〈ἐὰν〉 ἐν ποτῷ ἐμβάψῃς αὐτὸ καὶ δῴης τινὶ πιεῖν, τὸ αὐτὸ δράσεις. Κἂν ἐν βρωτῷ, φιληθήσῃ γὰρ πάντως.

Ἡ δὲ χολὴ τοῦ ἵππου καταγλυκαινομένη (f. 77 v.) ἐν μολιβῷ ἀγγείῳ ἰσχυρὰς πράξεις ἀποτελεῖ διδομένη ἐν οἴνῳ ἀνθρώπῳ, καὶ ἀνάπαυσιν ἀποτελεῖ.

Τῆς δὲ φοράδος γάλα ἐγχριόμενον μετὰ μέλιτος λευκώματα λεπτύνει.

Ὄνυξ δὲ αὐτῆς θυμιώμενος νεκρὰ ἔμβρυα ἐκβάλλει, καὶ ὑποκαπνιζόμενος ὠκυτόκιός ἐστιν.

Ἡ δὲ χολὴ σὺν μέλιτι χριομένη ὀξυωπίαν παρέχει.