Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

ΠEΡΙ ΘΗΡΑΦΟΥ

Θήραφος ἢ φαλάγγιον ἢ ἀράχνιον, ζωύφιον (f. 76 v.) μικρὸν ἑξάπουν ἀράχνας εἰς τοῖχον ὑφαῖνον, γνώριμον πᾶσιν, ὅς λέγεται θήραφος. Οὗτος ληφθεὶς εἰς ὄνομα τοῦ πάσχοντος, καὶ ἐν κηρῷ ἀποσυμμαλαχθείς, καὶ ἐπιπλασθεὶς μετώπῳ, τριταῖον ῥιγοπύρετον ἀπελαύνει.

Ἐὰν δὲ αὐτὸν ζῶντα βάλῃς ἐν σύριγγι ἢ καλάμῳ καὶ περιάψῃς τραχήλῳ, ἀμφημερινὸν ἰᾶται.

Ἐν ὀλίγῳ δὲ ῥοδίνῳ ἡ ναρδίνῳ συνεψηθεὶς ὠταλγίαν ἰᾶται καὶ ῥαγάδας τὰς ἐν ποσίν.

Ἡ δὲ ἀράχνη αὐτοῦ αἱμορραγίαν φλεβὸς ἵστησι.

Θήραφος δὲ ὁ ἐν τοῖς δένδροις ἀραχνοποιῶν μέλας καὶ μείζων τοῦ λευκοῦ λαμβανόμενος εἰς τὸ ὄνομα τοῦ πάσχοντος καὶ περιαπτόμενος χοιράδας ἀρχομένας ἰᾶται.

Ὁ δὲ λευκὸς ἀράχνιος σὺν τῷ ζώῳ καλάμῳ (f. 77 r.) βληθεὶς ὀφθαλμίας παύει καὶ ῥεύματα στέλλει, καὶ οἷα περὶ τὸν λαιμὸν συμβαίνει.

Ἐὰν δέ τις ἐν ὕδατι ἑψήσει τὸν θήραφον, ἔπειτα δὲ τὸ ὕδωρ χρίσῃ κεφαλὴν ἀγρυπνοῦντος, ὑπνώσει.

Εἰς δὲ τὸ ὕφος τοῦ λευκοῦ εἰ βάλλεις χόνδρον ἅλατος ἐνθεὶς τῷ τρημένῳ ὄδοντι, ἰάσῃ.