Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

ΠΕΡΙ ΗΜΙΟΝΟΥ ΗΤΟΙ BΟΥΡΔΟΝΟΣ

(f. 76 r.) Τῆς οὐν μούλας ὁ ῥύπος ὁ ἐν τῷ ὠτίῳ ἀσύλληπτον ἄκρως ἐστίν, ἐν δέρματι αὐτῆς περιαφθείς. Ἐὰν δὲ τὸν ῥύπον δῷς λάθρα ἐν πότῳ γυναικί, οὐ συλλήψεταί ποτε.

Οὕτως δὲ καὶ ἐὰν ἐκ τῆς μήτρας αὐτῆς συνεψήσας μεθ’ ἑτέρων κρεῶν δῴης λάθρα φαγεῖν, οὐδέποτε συλλήψεται.

Εἰ δέ τις ἔχων ψυγμοκατάρρουν, καὶ φιλήσει βούρδονος τὰς ῥίνας, ἰαθήσεται· εἰ καὶ κόρυζαν ἕξει.

Ἐὰν δέ τις λάθρα λάβῃ τὸ οὖρον τοῦ βούρδονος, καὶ συνεψήσῃ κηρῷ καὶ ἐλαίῳ καὶ λιθαργύρῳ, καὶ καταπλάσσῃ ποδαγρῷ, ὁ μὲν ἄνθρωπος ὑγιαίνει, ὁ δὲ βούρδων ποδαγριᾷ· ἐπὶ δὲ γυναικός, μούλας.

ΠEΡΙ ΘΗΡΑΦΟΥ

Θήραφος ἢ φαλάγγιον ἢ ἀράχνιον, ζωύφιον (f. 76 v.) μικρὸν ἑξάπουν ἀράχνας εἰς τοῖχον ὑφαῖνον, γνώριμον πᾶσιν, ὅς λέγεται θήραφος. Οὗτος ληφθεὶς εἰς ὄνομα τοῦ πάσχοντος, καὶ ἐν κηρῷ ἀποσυμμαλαχθείς, καὶ ἐπιπλασθεὶς μετώπῳ, τριταῖον ῥιγοπύρετον ἀπελαύνει.

Ἐὰν δὲ αὐτὸν ζῶντα βάλῃς ἐν σύριγγι ἢ καλάμῳ καὶ περιάψῃς τραχήλῳ, ἀμφημερινὸν ἰᾶται.

Ἐν ὀλίγῳ δὲ ῥοδίνῳ ἡ ναρδίνῳ συνεψηθεὶς ὠταλγίαν ἰᾶται καὶ ῥαγάδας τὰς ἐν ποσίν.

Ἡ δὲ ἀράχνη αὐτοῦ αἱμορραγίαν φλεβὸς ἵστησι.

Θήραφος δὲ ὁ ἐν τοῖς δένδροις ἀραχνοποιῶν μέλας καὶ μείζων τοῦ λευκοῦ λαμβανόμενος εἰς τὸ ὄνομα τοῦ πάσχοντος καὶ περιαπτόμενος χοιράδας ἀρχομένας ἰᾶται.