Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

ΠΕΡΙ ΕΧΙΔΝΗΣ

Ἔχιδνά ἐστιν ζῶον συρτόν, πᾶσι γνωστόν. Ταύτην τινὲς πιέζουσι, ζῶσαν καὶ ἐμβάλλουσιν εἰς χύτραν καινήν, μεγάλην σὺν ἁλσί, καὶ βάλλουσιν εἰς κάμινον νυχθήμερον ἕως φρυχθῶσιν, καὶ μίξαντες βάλλουσιν ἀρώματα. Ποιοῦσι πρὸς πᾶσαν νόσον ἀνθιστάμενοι ἐλεφαντιῶσιν, λεπροῖς, ποδαγροῖς, ἐπιληπτικοῖς, παραλύτοις, καὶ ὅσα ἀπεγνωμένα πάθη ἀποθεραπεύει τὸ ἅλας.

Τῆς ἐχίδνης τὸ στέαρ ὀξυδέρκειαν παρέχει· (f. 73 v.) ἰᾶται δὲ πᾶσαν ἀμβλυωπίαν.

Οἱ δὲ ὀφθαλμοὶ περιαπτόμενοι πᾶσαν ὀφθαλμίαν ἰῶνται· οἱ δὲ ὄδοντες, ὀδονταλγίαν, καὶ παίδων ἀνωδίνως φύονται οἱ ὄδοντες.

Διώκει δὲ αὐτὴν λίθος γαγάτης θυμιώμενος, καὶ πινόμενος δὲ ταύτης δήγματα ἰᾶται σὺν ἐλαφείῳ μυελῷ.

ΠΕΡΙ ΕΧΙΝΟΥ ΧΕΡΣΑΙΟΥ

Ἐχῖνος χερσαῖος ὁ καὶ ἀκανθόχοιρος, ζῶον πονηρὸν πάνυ. Τοῦτον ἀγρεύσας καὶ ταριχεύσας ἔχε ὡς μέγα ἴαμα.

Τὴν μέντοι χολὴν αὐτοῦ ῥίψον, κακὴ γάρ ἐστι.

Ἡ δὲ κεφαλὴ αὐτοῦ καεῖσα καὶ σὺν μέλιτι ἐπιχρισθεῖσα ἀλωπεκίαν δασύνει.

Τοῦ δὲ ταριχευθέντος σώματος 〈μέρος〉 δεδομένον ἐν πότῳ ξηρὸν ἐπιληψίαν, τρόμους, σκοτώματα, κεφαλαλγίας καὶ ὅσα ἄλλα τοιαῦτα ἰᾶται, (f. 73 v.) καὶ νεφροὺς καὶ ἰσχιάδας. Δίδου δὲ 〈 ο ᾱ.

Τὸ μέντοι δέρμα ἰδίως καὲν καὶ λειωθὲν ἀλωπεκίαν ἰᾶται.

Τὸ δὲ ἄλλο σῶμα ὅλον μετὰ τῶν σπλάγχνων ταριχεύσας καὶ ξηράνας χωρὶς τῆς χολῆς καὶ ἐντέρων, ἔπειτα λειώσας καλῶς ἀπόθου· δίδου δὲ πίνειν σὺν ὀξυμέλιτι 〈 ο α′ ἐλεφαντιῶσιν, ὑδρωπικοῖς τοῖς ἀνασάρκοις.

Ὁμοίως δὲ τὸ ἧπαρ καὶ οἱ νεφροὶ καὶ ἡ καρδία καὶ ὁ πνεύμων συνταριχευόμενα τὰ αὐτὰ ἰῶνται.

ΠΕΡΙ ΑΙΛΟΥΡΟΥ, ΗΤΟΙ ΚΑΤΤΑΣ

Αἴλουρος ἤτοι κάττα πᾶσι γνωστή. Ἐὰν οὖν σπασθῇ ἐπιληπτικὸς καὶ πέσῃ χαμαὶ ἢ σκοτωματικός, ἢ ἀποπληξία λάβῃ τινά, καὶ κεῖται ὕπτιος ὁ ἄνθρωπος σπαραττόμενος, αἰφνίδιον δὲ ἐπιθήσῃ ἐπ’ αὐτὸν κάτταν ζῶσαν, εὐθέως παύεται τοῦ σπασμοῦ ἢ τοῦ (f. 74 r.) σκοτώματος ἢ τῆς ἐπιληψίας. Λέγε δὲ τὸ ὄνομα τοῦτο συνεχῶς· ΚΟΒΕΛΘΩ′.

Ἡ δὲ κόπρος αὐτοῦ μετὰ ἰρίνου μύρου συγχριομένη λεπτοπυρέτια παύει.

Ἡ δὲ 〈σὺν〉 σινάπει καὶ ὄξει ξηρὰ λειωθεῖσα ἀλωπεκίας δασύνει καλῶς.

ΠΕΡΙ ΕΛΑΦΟΥ

Ἐλάφων εἰσὶν εἴδη τρία· γνώριμον δὲ τὸ ζῶον. Ὁ μὲν καλεῖται πλάτωνις, διὰ τὸ ἔχειν κέρατα πλατέα, ὑψηλά· ὁ δὲ δεύτερος στρογγύλα κέρατα ἔχων · καὶ τρίτον ἢ θήλεια κεράτων ἄνευ. Ταύτῃ οὐ δύναται ὁ ἄρσην μιγῆναι εἰ μὴ παρὰ

πηγήν. Ὅταν γὰρ διψᾷ, ζητεῖ πηγήν, καὶ ὡς πίνει τῇ δίψῃ φλεγομένη, τότε ὁ ἄρσην ἐπιβαίνει αὐτήν· ἀναγκαζομένη γὰρ ἐκ τῆς δίψης καὶ τοῦ ποτοῦ ὀρεγομένη οὐ δύναται φυγεῖν. Ἐν ἄλλῳ δὲ καιρῷ οὐ καταδέχεται βιβασθῆναι· εὐθέως (f. 74 v.) οὖν συλλαμβάνει.

Τοῦτο 〈δὲ〉 τὸ ζῶον ζῇ ἔτη φ′, ἐὰν οὖν μὴ ἀγρευθῇ, καὶ οὕτως ἰδίῳ θανάτῳ τελευτᾷ.

Τοῦ οὖν ἀληθινοῦ ἐλάφου τοῦ ἔχοντος τὰ κέρατα στρογγύλα ῥινίσματα ἐκ τῶν κεράτων κοχλιάριον α′ δίδου 〈σὺν〉 ὑδρομέλιτι ἐπὶ ἡμέρας γ′ κωλικῷ καὶ τελείως τοῦ πάθους ἀπαλλαγήσεται.

Ἡ δὲ χολὴ σὺν μέλιτι πινομένη σύλληψιν ποιεῖ.