Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

ΠΕΡΙ ΜΥΟΣ

Μῦς πᾶσι γνωστός. Τούτου τὴν κεφαλὴν καύσας σὺν στέατι χοιρείῳ ἢ ἀρκτείῳ καὶ τὴν τέφραν λειώσας ἀλωπεκίας ἰάσῃ.

Ὅλον δὲ τὸν μῦν καύσας σὺν οἴνῳ καὶ νάρδῳ ἢ ῥοδίνῳ ὠταλγίας χρονίας παραδόξως χρίσας ἰάσῃ.

Ζῶντος δὲ τοῦ μυὸς κόψας τὰ ἄκρα αὐτοῦ πάντα καὶ ἐνδήσας περίαπτε τῷ τραχήλῳ καὶ παύσεις πᾶν ῥῖγος.

Ἡ δὲ κόπρος αὐτοῦ ξηρὰ λεία σὺν ὄξει ἐπιχριομένη μασθοῦ σκληρίας καὶ ὀδύνας διαλύει τὰς μετὰ φλεγμονῆς.

Ξηρὰ δὲ ἐπιπαττομένη ἐξοχάδας αἴρει.