Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

ΠΕΡΙ ΚΥΝΟΠΟΤΑΜΟΥ ΗΤΟΙ ΚΑΣΤΟΡΟΣ

Κυνοπόταμος ὁ καὶ κάστωρ 〈γνωστός〉. Τούτου οἱ δίδυμοί εἰσιν ὠφέλιμοι·

τούτου οὖν λεῖον ἐν πεσσῷ προστεθὲν ἔμμηνα ἄγει· πινόμενον δὲ (f. 79 v.) σὺν ῥύπῳ μούλας ἀπὸ τοῦ ὠτίου ἀτόκιόν ἐστιν· ἀλειφὲν δὲ νεῦρα χαλᾷ καὶ ψῦξιν ὠφελεῖ· σὺν οἴνῳ δὲ χριόμενον τὰς ὑστερικὰς πνῖγας ὀνίνησι· σὺν δὲ πηγανίνῳ ἐλαίῳ ἐνιέμενον κωλικοὺς ἰᾶται· πινόμενον δὲ στομαχικοὺς ἄκρως ἰᾶται.

Τὸ δὲ δέρμα αὐτοῦ φορούμενον εἰς ὑπόδημα ποδαγροὺς ἰᾶται.

ΠΕΡΙ ΚΡΟΚΟΔΕΙΛΟΥ

Κροκόδειλος χερσαῖος πᾶσι γνωστόν ἐστι ζῶον τετράπουν, πλατυκέφαλον, μακρόουρον.

Τούτου τὴν δορὰν ἐάν τις καύσῃ καὶ λειώσας ποτίσῃ ξήριον, ἐπιπάσσῃ δὲ τῷ μέλλοντι καίεσθαι τόπῳ ἢ τέμνεσθαι, ἀνώδυνον αὐτὸν ποιήσει.

Τὸ δὲ ἀποτηγάνισμα τοῦ κροκοδείλου ἐάν ἀλείψηταί τις, ὅσας πληγὰς ἄν λάβῃ οὐ μὴ αἰσθήσεται.

Οἱ δὲ δεξιοὶ αὐτοῦ (f. 80 r.) ὄδοντες ἀφαιρεθέντες, ζῶντος αὐτοῦ ἀφιεμένου. καὶ περιαφθέντες ἔντασιν μεγίστην τοῖς ἀνδράσι ποιοῦσιν, οἱ δὲ εὐώνυμοι ταῖς γυναιξίν.

Εἰ περιαφθῶσιν 〈ἢ〉 συναφθῶσιν ἀμφότεροι, ποιήσουσι τὰ ἀνήκοντα.

Ἡ δὲ κόπρος σὺν ἐλαίῳ χριομένη πρόσωπον στίλβον ποιεῖ· μέλιτι δὲ μιγεῖσα καὶ χριομένη λευκώματα ἀφαιρεῖ.

Τὸ δὲ αἷμα αὐτοῦ καταχριόμενον ἀμβλυωπίαν θεραπεύει καὶ ἐξιᾶται.