Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

Ἠρύγγιος, βοτάνη.

Ἡλίου ζωή, ὁ φοινικόπτερος.

Ἡφαιστίτης, λίθος.

Ἡδονίς· οἱ δὲ ἀφύδιον.

Ἠρύγγιος βοτάνη ἐστὶν ὡς κάλαμος φυομένη, ἀκανθώδης, ἢ καὶ γοργόνιος λέγεται, δυνάμεως ἔχεται τοιᾶσδε· ἐὰν γάρ τις τὴν ῥίζαν φορῇ, δαίμονος πεῖραν οὐχ ἕξει ποτέ.

Ἐὰν δέ τις πνεῦμα ἔχῃ ἀερῶδες, τὴν δὲ ῥίζαν ὑποθήσει ὑπὸ τὰς ἐσθῆτας αὐτοῦ, (f. 21 r.) ἐξομολογήσεται ὁποῖός ἐστι καὶ πόθεν καὶ φυγάδευθήσεται· ξένος, γὰρ ὤν.

Ἡ δὲ ὅλη βοτάνη σὺν ταῖς ῥίζαις ποτιζομένη 〈 ἐν 〉 ὕδατι καὶ μέλιτι κωλικοὺς παύει.

Ἐὰν δὲ μετ’ οἰνομέλιτος ἐκζεσθῇ, καὶ ποτίσῃς λιθιῶντας, στραγγουριῶντας καὶ νεφριτικούς, ἀπαλλάξεις τοῦ πόνου· πινέτωσαν δὲ ἐπὶ ἡμέρας ιϛ′ πρωὶ καὶ εἰς κοίτην. Ἐὰν δὲ καὶ σίδια ῥοᾶς συζέσῃς αὐτοῖς, κρεῖσσον ὠφελήσεις.

Τὸ δὲ φοινικόπτερον τοῦ ἐχίνου, ἐὰν ζέσας δώσεις λάθρα, κρεῖσσον ποιήσεις.

Ἡδονὶς δὲ ἡ θαλάσσιος, τὸ καὶ ἀφύδιον λεγόμενον συχνῶς ἐσθιόμενος τὰς γιγνομένας νομὰς ἐν τοῖς νεφροῖς ἀποθεραπεύει.

Εἰς δὲ τὸν ἡφαιστίτην λίθον τὸν καὶ (f. 21 v.) πυρίτην λεγόμενον ἐὰν γλύψῃς φοινικόπτερον, παρὰ δὲ τοὺς πόδας αὐτοῦ σκορπίον, καὶ ὑποβάλῃς δὲ τῷ λίθῳ [μέρος] ῥιζίου τοῦ φυτοῦ μικρόν, ἔξεις φυλακτήριον πάντων ζώων ἰοβόλων· ἀποστρέφει δὲ καὶ ἰνδαλμοὺς νυκτερινούς· ποιεῖ δὲ καὶ ἐπὶ λιθιῶντας, βασκοσύνην δὲ πᾶσαν ἀποστρέφει.

ΎΜΝΟΣ. Κεδνᾶς ἀκεδνῶ χάριν καὶ δεινοὶ βροτοῖσιν ἅπκσιν αὐτὸς ἐφόρει Κρονίδης καὶ φάος ἐν ἄστροις γαίᾳ καί κτήσει χρυσὸν καὶ ἄργυρον ἐξολοθρεύειν νόσον καὶ πενίαν δεινὴν δεσμοῖς κακὴν ὑπ’ ἀνάγκης· Οὐ κόραφος ἐὼν ἀγαθός, ἀλλ’ ἔστιν ἀναγκάσων γαίαν ἅπασαν καὶ οὐρανὸν [καὶ] ἀστερόεντα, μαστίζων μοίραις (f. 22 r.) βροτοὺς ἀγχοπανάγκης αὐτὸς ἄναξ· Κρονίδης τις ὁ κοιρανὸς ἐν ἐνὶ κόσμῳ ῥομβοῖς ἀφθάρτοις κυλινδούμενος, πορείαις κυκλίσκων τὰ ἅπαντα ἀπ’ ἀνατολῆς ἐπὶ δυσμὰς ἐπτάπολῖς, ἄρκτοῖς δὲ συγκινούμενα πάντα. Λισσομένῃ ψυχῇ ἀρκείσθω ὅσα συγκάμενοι λυομένῳ καιρῷ· εἰ καὶ μετὰ τὸ ἐγκύσαι ὄντως ἐσθὶς θεὸν γινώσκουσα ἐν ἀέρι καὶ νεφέλεσι νοσοῦν ὑπερφυγέουσα εἰς ὃν οἰκήσασθαι ἐκολάσθης. ψυχὴ σὺ μάκαιρα, ἀθάνατος, ἀπὸ τόπου οὖσα παῦσον σοὺ κάματον ἐν σώματι, μηκέτι κάμνε ὡς ἐπιζητεῖν τίς οὐρανός ἐστιν, ὕδωρ καὶ πῦρ, ἄστρα τὰ φαινόμενα, καὶ σκότος ἐστίν, ὑπὲρ θεοῖς αὐτοῖς ἀλάλητον (f. 22 v.), καὶ σφαῖρα κυλινδουμένη ἀπ’ ἀνατολῆς ἕως δυσμάς, ὀδύνῃ δέ ἄυπνος ἡ ἀνέμων κινοῦσα ἅπαντα ἐκ πόντου πρηστὴρ ἀνάγει, καὶ [εἰς] αἰθέρα λύει, ἐκπαταγῶν βροντήν, καὶ ἀστεροπὴν πυρὸς ἄγει, καὶ

ὄμβρον, ὑδάτων γλυκερῶν ῥοίζήματα· γαία μητρὶ ἁπαντοτρόφῳ δεκτήρι, γασ τέρι θείᾳ κρύπτουσα τὰ πάντα ὅσα εἰς γαλήνην καθικνεῖται, ῥίζας βοτανῶν, γαίης πολυάνθεα τέκνα, φύουσιν ἃς περὶ [τετράσι], τετράποσι πτηνῶν καὶ νεπόδων πάντων καὶ φωλευόντων ἀπλῶς πάντα βρότων πέφυκεν, εὔωχρα δὲ πάντα ἔοικεν.

Ἀρκείσθω ὅσα προεῖπον· πεζῷ δὲ (f. 23 r.) λόγῳ καταλέξω καὶ δείξω τῆς ψυχῆς τὰ προμάντια· ὧν τὰ ὁρατὰ ὅσα προεῖπον· ἐπεσόμενα δὲ ἄλλα φράσειεν· ἔφρακα δὲ τοὺς μέλλοντας στίχους περὶ τῆς προγνώσεως καὶ τῶν ἐν αὐτῇ λοιπῶν ουτως ζώων.

[Ἔποψ] ζῶόν ἐστιν ἐν ἀέρι πτώμενον ὁ καλεῖται ἔποψ, ἐπτάχρωμον βασίλειον ἔχον μήκει δακτύλων β′, ἁπλούμενον καὶ συστελλόμενον· αὐτὸ δὲ τετράχρωμον, ὡς εἰπεῖν, πρὸς τὰς ὁ τροπὰς τοῦ ἐνιαυτοῦ· οὐτος καλεῖται κουκούφας καὶ πούπος, ὡς ἐγράφη τὰ περὶ τούτου ἐν τῇ πρώτῃ τῇ βίβλῳ ἀρχαϊκῇ καλουμένῃ· ἔστι δὲ τὸ ζῶον ἱερόν.

Λαβὼν οὖν τὴν τούτου καρδίαν ἔτι πταίρουσαν (f. 23 v.) κατάπιε ἀντίκρυ τοῦ ἡλίου ὥρας πρώτης ἀρχομένης ἢ ὀγδόης ἀρχομένης· ἔστω δὲ ἡμέρα Κρόνου, σελήνης ἀνατολικῆς οὔσης· καὶ επιπιε γάλα βοος μελαίνης μετ’ ὀλίγου μέλιτος ἐκ τοῦ σύνθεματος αὐθωρόν, ἵνα ἡ καρδίᾳ ὑγιὴς καταποθῇ, καὶ ἔσῃ προγινώσκων τὰ ἐν οὐρανῷ καὶ γῇ, καὶ εἴ τις κατὰ ψυχὴν ἔχει τι καὶ ὅσα κατὰ τὰ κλίματα καὶ κατὰ πόλεις γίνεται καὶ τὰ μέλλοντα ἅπασιν ἀνθρώποις· ἔστι δὲ τὸ τοῦ μέλιτος σύνθεμα τοῦτο·

Μέλιτος κοτύλην α′ S, καὶ μαγνήτου ζῶντος λειοτάτου 〈ο β′, καὶ τῆς βοτάνης ἡρυγγίου καρδίας ἑπτά· ταῦτα λεῖα μίγνυε (f. 24 r.) τῷ μέλιτι· ἔχεις δὲ ἕτερον μαγνήτην εἰς ὃν τὸ ὄρνεον γέγλυπται τοῦτο, ὅν δεῖ ἐν τῷ μέλιτι ἐν τῷ συνθέματι ἐμβρέχεσθαι. Ὅταν δὲ θέλῃς προγινώσκειν εἴ τι βουληθῇς, πρόγευσαι δάκτυλον ἕνα, καὶ περίθου τὸν γεγλυμμένον μαγνήτην, καὶ φόρει ἐν τῷ τραχήλῳ, καὶ προ γνώσεις πάντα περὶ ὧν θέλεις.

Ἐὰν δὲ καὶ ἑτέραν καρδίαν καὶ ἧπαρ ἔποπος βάλῃς ἐν τῷ συνθέματι, κρεῖττον

ἔσται καὶ ἔτι μνημονικώτερον ποιεῖ. Ἵνα δὲ μὴ φθειριάσῃ τὸ σῶμα τοῦ ἐσθίοντος τὸ μέλι ἢ τοῦ καταπιόντος τὴν καρδίαν (εἴωθεν γὰρ ἔξω ῥεῖν πλῆθος φθειρῶν), δέον ἀλείφεσθαι πρῶτον τῷ ἐλαίῳ τοῦτο (f. 24 v.). Ἐλαίου κοτύλ. α′, σταφίδος ἀγρίας λειοτάτης 〈ο β′ λειώσας καλῶς καὶ ἐνώσας ἔχε ἀποκείμενον ἕτοιμον· ὅταν οὖν χρήσῃς εἰς κοίτην ἄλειψαι.

ΕΡΩΤΗΣΙΣ ΠΡΟΣ ΤΟΝ ΤΕΧΝΙΤΗΝ. Λέγε μοι πρότερον ἡ ψυχὴ ἀθάνατός ἐστιν ἡ θνητή· καὶ φησίν· πολλοὶ τῶν κακοτέχνων πλανῶνται τὸ νοερὸν τῆς ἀθανάτου ψυχῆς· αὐτὴ δὲ ἑαυτὴν ἐλέγχει· διὰ τί τοῦ σώματος ἠρεμοῦντος ἐπὶ τῆς κοίτης, καὶ ἡ ψυχὴ ἀναπαίεται ἐν τῷ ἰδίῳ τόπῳ, τουτέστιν ἐν τῷ ἀέρι, ὅθεν αὐτὴν καὶ ἐλάβομεν, καὶ θεωρεῖ τὰ ἐν ἄλλοις κλίμασι γινόμενα· πολλάκις δὲ καὶ φιλοστοργοῦσα τὸ σῶμα ἐν ᾧ κατοικεῖ πρὸ χρόνων πρωμαντέυεται τὰ ἀγαθὰ (f. 25 r.) ἢ τἀναντία, ὅ καλεῖται ὄνειρος· εἶτα πάλιν δρομεῖ εἰς τὸ ἴδιον οἰκητήριον· καὶ ἀνεγείρασα ἐξηγήσατο τὸ αὐτὸ ὄνειρον; Ἐντεῦθέν σοι φαινέσθω ὅτι ἡ ψυχὴ ἀθάνατος καὶ ἄφθαρτός ἐστιν. Οὕτως μὲν ὁ Ἁρποκρατίων εἰπών, ἐνταῦθα οὕτως τὸ στοιχεῖον τοῦτο πεπλήρωκεν.

Ὁ δὲ Κυρανὸς τὰ μὲν ἄλλως κατέλεξεν, τὰ δὲ κατὰ συμφώνησιν, προσέθηκεν δὲ ἀπὸ τοῦ ἔποπος ἀπογεύματος καὶ ὅτι εἶπεν ὅσα γίνονται ἐν τῷ κόσμῳ προγευόμενος γνώσει· εἶχεν ἐκεῖθεν οὕτως.

Ἐπείδη δυσανεύρετός ἐστιν ἡ ἐσχάτη ῥίζα τοῦ ἠρυγγίου, ‹καὶ 〉 ἡ κεφαλὴ· καὶ 〈εἰ〉 θέλεις αὐτὴν εὐλήπτως ἐπιτυχεῖν, ποίει οὕτως. Λαβὼν σπέρμα ἠρυγγίου καὶ γῆν (f. 25 v.) ἐν ᾖ φύεται, βάλε εἰς γάστραν τὴν γῆν καὶ τὸ σπέρμα. πότιζε δὲ ἀραιάκις καὶ ὅταν ἀναφύῃ καὶ γένηται ὥριμον ἐν τῇ γάστρᾳ ὥσπερ τὰ ἄλλα ἠρύγγια, τότε ψηλάφησον εἰς τὴν γάστραν ἁγνὸς ὧν καὶ νῆστις, ὡς πρέπει, καὶ εὑρήσεις κεφαλὴν Γοργόνης· ταύτην ἀνελόμενος ἔχε ἕτοιμον.

Λαβὼν οὖν φώκης θαλασσίας τρίχας τὰς μέσων τῶν ῥινῶν καὶ τοῦ στόματος καὶ λίθον ἴασπιν χλωρὸν καὶ καρδίαν καὶ ἧπαρ ἔποπος καὶ ῥιζίον παιωνίας 〈 καὶ 〉 τῆς γλυκυσίδης καὶ σπέρμα περιστερεῶνος βοτάνης, καὶ τὸ κοσμικὸν αἷμα τῆς χρυσανθέμου καὶ τῆς καρδίας (f. 26 r.) τῆς φώκης τὸ ἄκρον, ἔστι δὲ καὶ τὸ βασίλειον τὸ ἐπὶ τῆς κεφαλῆς τοῦ ἔποπος, κρεῖττον ἔξεις πάντων τῶν προειρημένων

εἰδῶν, ἅ τινα σὺν μόσχῳ ὀλίγῳ περιειλήσας θυμιάματι τετραΐδῳ, ἔμβαλε εἰς δέρμα ἰχνεύμονος ἢ φώκης ἢ ἐλαφίου ἡ γυπός, καὶ φόρει, ἁγνὸς ὤν. Εἰ δὲ καὶ χρυσώσεις ἔξωθεν, κάλλιον ἔσται, ἔσῃ γὰρ εἰς πάντα ὅσα θέλεις ἐπιτυγχάνων, φιλητὸς παρὰ πᾶσιν ἀνθρώποις καὶ γυναιξίν· ἔσῃ δὲ καὶ φοβερὸς φαινόμενος καὶ εἰρηνικὸς καὶ ἥσυχος, θηρία δὲ πάντα ὑποτάξεις καὶ ἐχθροὺς κατὰ σοῦ φιλιώσεις.

Ἐὰν δὲ καὶ λύκου τὸν δεξιὸν ὀφθαλμὸν ἐμβάλῃς (f. 26 v.) τοῖς προειρημένοις καὶ φορεῖς, ἔσῃ εἰς πάντα ἀκαταγώνιστος, νικῶν εἰς πᾶν πράγμα καὶ ἐπιτυγχάνων· φεύξεται γάρ σε πᾶς δαίμων καὶ πᾶν θηρίον, καὶ ἔσῃ ἐν πᾶσιν εὐδαιμονῶν, καὶ ἄνοσον δὲ διαφυλάξει σε.

Ἐγὼ δὲ καὶ τὴν πυτίαν τῆς φώκης ἔμιξα καὶ ἐνίκων πάντας τοὺς ἀντιδίκους. μου, καὶ ἀήττητος ἥμην· ὁ γὰρ φορῶν τοῦτο τὸ φυλακτήριον ἔξει ἀγαθὰ ὅσα οὐ 11 προσδοκᾷ ἀπὸ τοῦ Θεοῦ, καὶ ἔσται ἔντιμος πανταχοῦ, νικῶν ἐν πᾶσιν ἔργοις καὶ λόγοις, ῥυόμενος ἀπὸ παντὸς κινδύνου καὶ δαίμονος καὶ φαρμακείας καὶ πάσης κακουργίας, καὶ, ἀπλῶς εἰπεῖν, πάντα τὰ κακὰ ἀποστρέφει, πάντα δὲ τὰ ἀγαθὰ (f. 27 r.) προξενεῖ· ἔστιν δὲ καὶ προγνωστικὸν ὅπερ σὺν σοὶ θεὸς μόνος ἐπίσταται. Ἐνταῦθα δὲ τὸ στοιχεῖον ὁ Κυρανὸς ἐτέλεσεν.