Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

Γλυκυσίδη, βοτάνη· οἱ δὲ παιωνίαν.

Γλαῦκος, πτηνόν.

Γνάθος, λίθος.

Γλαῦκος, ἰχθὺς ὁ πασίγνωστος.

Γλυκυσίδη βοτάνη ἐστὶν ἡ παιωνία· ἐκλήθη (f. 14 r.) δὲ παιωνία διὰ τὸ τὸν παίωνα αὐτὴν εὑρηκέναι· ἔχει δὲ καρπὸν ὡσεὶ στύρακα ἀμιγδάλῃς. Τὰ μὲν οὖν ἀποστήματα αὐτῆς ἐστιν μεμυκότα, ἃ δὲ κεχηνότα.

Ἔστι πτηνὸν τοῦτο ὅπερ τῇ Ἀθηνᾶ ἀναγράφεται· βασίλειον ἔχει ἐπὶ τῆς κεφαλῆς πτερωτόν, ὀφθαλμοὺς δὲ νυκτικόρακος μεγάλους, ἐν ἀγροῖς διατρίβων.

Γνάθος λίθος ἐστὶν σκληρὸς ὡς μυλίτης ὁμοίως γνάθου.

Γλαῦκος, ἰχθὺς θαλάσσιος πασίγνωστος.

Τῆς οὖν βοτάνης εἴδη εἰσὶν δύο, ἡ μὲν ἀρρενική, ἡ δὲ θηλυκή.

Ἐὰν οὖν γυναικὸς μὴ κατέχῃ μήτρα τὸ ἐσπαρμένον, θέλῃ δὲ συλλαβεῖν. 〈 λαβῶν 〉 θεῖον βλάστημα, περιζωννύσθω καρπὸν μεμυκότα, δήσας αὐτὸν ἐν ῥάκει λινῷ βεβαμμένον (f. 14 v.) ἑπτὰ χροιάς, περὶ τὸ ἦτρον δὲ ζωννύσθω. 7 bis] Ἐὰν θέλῃς μὴ τίκτειν γυναῖκαν, μολύνας κρίθας εἰς τὰ καταμήνια αὐτῆς δὸς μήλου φαγεῖν, καὶ οὐ τίκτει ποτέ. Ὁμοίως καὶ ἄνθρακας ζῶντας σβέσον εἰς τὰ ἄμηνα αὐτῆς, καὶ οὐ τίκτει. Ἂς ἄρῃ δεόντως ἄνθρακα, καὶ φύλαττε· ὅταν δὲ θέλῃς πάλιν τίκτῃ, ἃς ἄψῃ αὐτὸν ἐν πυρί, καὶ τίκτει.

Εἰ δὲ οὐ συλλαβεῖν ἐθέλει, τοῦ κεχηνότος σπέρματος τῆς γλυσίδος τῆς βοτάνης μετὰ ῥύπου ὠτὸς ἡμιόνου περιαπτέσθω ἐφ’ ὅσον ἄν θέλῃ χρόνον.

Εἰ δὲ ἐν ὠδῖσίν ἐστιν τίκτουσα καὶ ἔχει κίνδυνον, κεχηνὸς σπέρμα τῆς βοτάνης εἰς ἔλαιον βαλὼν ἄλειφε τὴν ὀσφὺν καὶ τὸ ὑπογάστριον, καὶ ἀλύπως τέξεται.

Ἐπιθυμιωμένη δὲ ἡ ῥίζα ἢ ποτιζομένη δαίμονας ἀπελαύνει καὶ φαντάσματα πάντα φορουμένη.

Γλαύκου οὖν τοῦ ὀρνέου καὶ γλαύκου τοῦ ἰχθύος τοὺς ὀφθαλμοὺς λειώσας μεθ’ ὕδατος ὀλίγου θαλασσίου ἀπόθου ἐν ὑελίνῳ ἀγγείῳ. Κάλλιον δέ ἐστιν καὶ τὰς χολὰς

(f. 15 r.) τῶν ἀμφοτέρων συλλειῶσαι καὶ ἐπιτιθέναι ἐν ἀγγείῳ ὑελίνῳ καὶ ἀποθέσθαι.

Ὅταν οὖν θέλῃς θαυμάσαι τὴν δύναμιν τῆς φύσεως, γράψον ἐκ τοῦ προειρημένου ὑγροῦ κολλουρίου ἐν καθαρῷ ἀγράφῳ χάρτῃ, καὶ ἡμέρας οὐχ ὀρασθή σεται, σκοτείας δὲ γενομένης ἀναγνωσθήσεται τὸ γραφέν. Εἰ δὲ εἰς τοῖχον θέλῃς ζωγράφεσθαι ζῴδιον ὅσον θέλεις καὶ νυκτὸς γενομένης, οἱ θεωροῦντες ἐν τῇ σκοτείᾳ φεύξονται, δοκοῦντες δαίμονας ἢ θεοὺς εἶναι.

Ἐὰν δέ τις εἰς γνάθιον λίθον γλύψῃ γλαῦκα τὸ ὄρνεον καὶ ὑπὸ τοὺς πόδας γλαῦκαν τὸν ἰχθύν, τούτου δὲ τοὺς ὀφθαλμοὺς ὑποκατακλείσας φορήσει, ἀπεχόμενος ἡ χοιρείου κρέατος (f. 15 v.) καὶ πάσης ῥυπαρίας, σκοτείας δὲ γενομένης φανήσεται γενναῖος ὡς ἄνθρωπος· δόξουσιν γὰρ οἱ ὁρῶντες ἔνθεον σε εἶναι· εἰς δὲ τὴν ἡμέραν ὁ ἄν εἴπῃ πιστευθήσεται, εἰς κοίτην δὲ φορούμενος ὄραμα ἀληθὲς δείκνυσιν.