Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

Τῆς (f. 55 v.) οὖν ῥίζης τῆς βοτάνης 〈μέρος λαβών〉 μετὰ λίθου τοῦ ἐκ τῆς κεφαλῆς τοῦ ἰχθύος, περίαπτε ἐν ῥάκει πρὸς ὀδύνας τῶν ὀδοντοφυούντων παίδων.

Τοὺ δὲ χρυσοπτέρου ὀρνέου οἱ ὀφθαλμοὶ περιαπτόμενοι τριταΐζοντας διασώζουσιν· ἡ δὲ καρδία αὐτοῦ περιαπτομένη πυρετιῶντας ἀπαλλάσσει.

Οἱ δὲ ἐν τῇ κεφαλῇ 〈τοῦ ἰχθύος〉 λίθοι περιαπτόμενοι τραχήλῳ φθισικοὺς ἰῶνται.

Εἰς δὲ τὸν χρυσίτην λίθον γλύψον τὸ ὄρνεον βασίλειον ἔχον δισκοειδὲς καὶ παρὰ τοὺς πόδας τὸν ἰχθύν, καὶ ὑποκατακλείσας ῥιζίον τῆς βοτάνης δίδου φορεῖν. Πρὸς γὰρ ἀλγηδόνας τοῦ στομάχου καὶ ἀναδρομὴν (f. 56 r.) μήτρας καὶ νεφρῶν 〈ποιεῖ〉.

Ποιεῖ δὲ ἐπιχαρῆ τὸν φοροῦντα καὶ ἐν πᾶσι φιλητόν.

Ποιεῖ καὶ πρὸς τοὺς πυρέσσοντας ἐὰν εἰς ἔλαιον βληθῇ καὶ συγχρίσῃ τῷ ἐλαίῳ πρὸς δυσμὰς ἡλίου.

Ἔχει δὲ καὶ ἄλλας ἐνεργείας πρὸς φιλτροπόσιμα ἐὰν βραχῇ εἰς οἶνον, καὶ πίε.

Ἐὰν δὲ καὶ λίθον ἔχῃς τῆς κεφαλῆς τοῦ ἰχθύος σὺν τοῖς λεχθεῖσιν, καὶ φθισικοὺς ὠφελεῖ σφόδρα.

Ψύλλιος, βοτάνη.

Ψύλλος θαλάσσιος.

Ψαρός, πτηνόν.

Ψωρίτης, λίθος, ὁ καὶ πῶρος ᾀδόμενος.

Ψύλλιός ἐστι βοτάνη πᾶσι γνωστή.

Ψύλλος (f. 56 v.) θαλάσσιος, μικρὸν ζωύφιον ᾧ χρῶνται οἱ ἁλιεῖς παρὰ τοὺς αἰγιαλούς.

Ψαρός, πτηνὸν γνωστὸν πᾶσι.

Ψωρίτης, λίθος ὃν καὶ πῶρον καλοῦσιν.

Τῆς οὖν βοτάνης τοῦ σπέρματος ‹ ο γ′, ὕδατος κοτύλας δύο ἕψε ἕως ἰξῶδες γένηται, καὶ εἱλήσας ἐν ῥάκει τὸ μὲν σκύβαλον τοῦ ἐκπιέσματος ῥίψον, εἰς δὲ τὸ ὕδωρ τοῦ χυλοῦ ἐπίβαλλε κηροῦ γο ϛ′, ἐλαίου γο ϛ′. Εἶτα ἕψε ἕως οὗ λυθῇ ὁ κηρός· εἰς θυείαν λείου εὖ μάλα. Τοῦτο γάρ ἐστιν ἔνθεον κατάπλασμα ποδαλγικὸν καὶ τοῖς πυρῶδες ὄλεθρον ἔχουσιν.

Ἐὰν δὲ τῷ αἵματι τοῦ ὀρνέου ἀνέσῃς τὸν λίθον, καὶ περιχρίσῃς τὸ μέτωπον, (f. 57 r.) τριταΐζοντας καὶ τετραΐζοντας διασώσεις.

Ἐὰν δὲ 〈εἰς〉 τὸν προειρημένον χυλὸν τῆς βοτάνης ἐνήσεις τὸν λίθον καὶ περιχρίσῃς πυρέσσοντας ἢ κεφαλαλγοῦντας τὸ μέτωπον, φυλάσσεις ἀνωδύνους.

Ψύλλους δὲ θαλασσίους 〈λαβών〉 μετὰ ψυλλίου σπέρματος κόκκων κη′ (ἐν ἄλλῳ κοτύλας η′) ἐν ῥάκει περιαπτόμενα τριταῖον ῥιγοπύρετον ἀπαλλάσσεις.

Ψύλλους δὲ θαλασσίους πολλοὺς ἕψε μετὰ θαλασσίου ὕδατος καὶ ῥαῖνε ὅπου πολλοί εἰσιν ψύλλοι, καὶ οὐχ ὑπάρξουσιν ἔτι.

Εἰς δὲ τὸν ψωρίτην λίθον γλύψον ψύλλους θαλασσίους γ′, καὶ ὑπὸ κάλαμον χλωρὸν ἐστῶτας, καὶ κατάκλεισον ῥιζίον (f. 57 v.) τῆς βοτάνης, καὶ δίδου φορεῖν πρὸς τὰ ἐξαλλόμενα παιδία καὶ τρίζοντα τοὺς ὄδοντας.

Ἐὰν δὲ ἁλιεὺς αὐτὸ φορῇ ἀγρυπνῶν ἐν ἡμέρᾳ ἐπὶ ποταμὸν ἢ λίμνην, μεγάλως ἐπιτύχει τῆς ἁλείας.