Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

Περὶ βοτάνης, ῥάμνος.

Ῥομφαία, πτηνόν.

Ῥαφίς, ἰχθύς.

Ῥινόκερως, λίθος.

Ῥάμνος, βοτάνη ἐν παντὶ κλίματι γνωστή, ἀκανθῶδες.

Ῥομφαία, πτηνὸν ὅ ἐστι νυκτερὶς ὑπὸ πάντων γινωσκομένη.

(Ms. C, f. 90 r.) Ῥαφίς, ἰχθὺς θαλάσσιος μικρὸς ὡς ῥαφίδα ἔχον τὸ στόμα.

Ῥινόκερως, λίθος ὅς ἐστιν ἀπὸ τοῦ ἄκρου τῆς ῥινὸς τοῦ ῥινοκέρωτος· ἔστι δὲ κερατοειδής.

Τῆς οὖν βοτάνης κλάδον ἐὰν καταθῇς ἐν οἰκίᾳ, πάντα πνεύματα ἀποδιώκει.

Ὁ δὲ χυλὸς τῆς βοτάνης καυλοῦ τοῦ καρποῦ μετὰ μέλιτος ἐγχριόμενος ὀξυωπίαν ποιεῖ. Ἕψει δὲ αὐτὸν ἕως σύστασιν σχῇ.

Ἡ δὲ νυκτερίδος μετὰ χυλοῦ τῆς βοτάνης καὶ μέλιτος, ἐὰν χρίσῃς, ὀξυωπίαν μὲν παρέξει, ὑπόχυσιν δὲ ἀπαλλάξει.