Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

Πολύγονος, βοτάνη.

Πορφύριον, πτηνόν.

Πορφύρα θαλασσία.

Πορφυρίτης, λίθος εὔγνωστος πᾶσιν.

Πολύγονος, βοτάνη· οἱ δὲ χαμαίμηλον λέγουσιν.

Πορφύριον, πτηνὸν ποτάμιον ἐν τοῖς ποταμοῖς πληθύνον.

Πορφύρα θαλασσία· οἱ δὲ κηρύκιον· ὁμοία κοχλίῳ.

Πορφυρίτης λίθος γνωστός, μάλιστα ἐν τῇ Μελανιτίδι γῇ.

Τῆς δὲ βοτάνης ἡ ῥίζα αἱρουμένη ἐν ἀποκρούσει (f. 44 r.) καὶ φορουμένη οὐκ ἐᾷ ὀφθαλμοὺς νοσεῖν. Ὁ δὲ χυλὸς αὐτῆς σκευαζόμενος ὡς ὑπόκειται ποιεῖ πρὸς

πολλὰ αἰνιγματώδη πάθη ἐν ὀφθαλμοῖς· ἐν πολλοῖς γὰρ πάθεσιν πηροῦνται οἱ ὀφθαλμοὶ τοῦ ἀνθρώπου.

Ὡς δὲ οὕτως, ἵνα μὴ μηκύνωμεν τὸν λόγον, ἀπόκειται ἐπὶ μὲν τῶν βλεφάρων κνήφη, κονιδισμός, φθειριάσις, ἀτριχία, τριχιάσις, φαλάγγωσις, χάλαζα, κριθή, ἀκροχόρδονον, μίλφωσις, παχυβλεφαρία· γίνεται πάθη ια′. Περὶ δὲ ἐπισκύνια τράχωμα, ὑδατίς, ἕλκος, τρίχωσις· γίνεται δ′. Περὶ δὲ τοὺς κανθοὺς ψωροφθαλμία. ξηροφθαλμία, ἄργεμος, ἔγκαυσις, αἰγιλωπία, (f. 44 v.) ἀχύλωψ, σύριγξ, νομή, ἀνάβρωσις· γίνεται θ′. Περὶ δὲ ὅλον τὸν βολβὸν, πτερύγιον, λεύκωμα, ἐρίζης (?). μυοκεφαλίον, ἀχλύς, ἀμβλυωπία· 〈γίνεται ς′〉. Πλατυκορία, σύγχυσις, ἀτονία. ἀτροφία, φθίσις, γλαύκωσις, μυδρίασις, δικορία, ἱππάριον, νυκτάλωψ, μύωψ, σκοτισμός. Γίνεται ιβ′. Περὶ δὲ ὅλον τὸν ὀφθαλμὸν φλεγμονή, φίμωσις, σύγκαυσις, σύγχυσις, ἀποστημάτιον, βρῶσις, ἕλκος, περιωδυνία, ψυδράκιον· γίνονται θ′.

Εἴδη δὲ ῥευμάτων· λάβρον, ἀθρόον, θερμόν. γλυκύ, ψυχρόν, χλιαρόν, λεπτόν, δριμύ, παλαιόν, ἀμμῶδες, νιτρῶδες. Γίνεται ῥεύματα ια′.

(f. 45 r.) Γίνεται ταῦτα πάθη ξ′. Ἔστιν δὲ σκευασία τοῦ φαρμάκου πρὸς τὸ προκείμενα σύμπαντα 〈ἥδε〉· τῆς βοτάνης χυλοῦ γο ς′, λυκίου ἰνδικοῦ 〈 ο ς′. ἀλόης ἰνδικῆς 〈 ο ς′, σμύρνης 〈 ο δ′, κρόκου 〈 ο δ′, λιβάνου 〈 ο δ′, ὀπίου 〈ο δ′, ἀκακίας μελαίνης 〈 ο β′, ὕδατος ὀμβρίου γο ε′. Λειώσας ἀπόθου ἐν ὑελίνῳ ἀγγείῳ.

(Ms. C, f. 89 v.) Σάρκα δὲ ὠμὴν τῆς πορφύρας κακταπλάσας μετώπῳ ἡμικρανίαν ἀπαλλάσσει.

Εἰς δὲ τὸν πορφυρίτην λίθον γλύψον τὸ πτηνόν, καὶ παρὰ τοὺς πόδας τὸ κηρύκιον· ὑπὸ δὲ τὸν λίθον ἀκρόπτερον τοῦ πτηνοῦ κατακλείσας φόρει πρὸς τὰς περιωδυνίας τῆς κεφαλῆς καὶ ἡμικρανίου πόνον. Ποιεῖ δὲ 〈καὶ〉 ἐπὶ τῶν ῥευματιζομένων τοὺς ὀφθαλμούς. Ἐν ἀποκρούσει σκεύαζε σελήνης καὶ τὸ δακτύλιον καὶ τὸ κολλούριον.