Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

Ὀνοθύρσις, βοτάνη.

Ὄρτυξ, πτηνόν.

Ὄρφος, ἰχθύς.

Ὀνυχίτης, λίθος γνωστὸς πᾶσι.

Ὀνοθύρσις βοτάνη ἐστίν· οἱ δὲ ὀνοθούρην καλοῦσιν, οἱ δὲ ὀνομαλάχην. Αὕτη ἐστὶν τὸ ῥόδον ἐξ ἧς τοὺς στεφάνους πλέκουσιν (f. 42 r.) Ἕλληνες ἐν ταῖς ἑορταῖς τῶν θεῶν. Φύλλα ἔχει ὅμοια μαλαχίου ἡμέρου. Ταύτην Ἕλληνες καλοῦσιν ἀλθαίαν.

Ὄρτυξ πτηνὸν πᾶσι γνωστόν· οὐκ εὐκόλως δὲ ἐγνώσθη ἡ φύσις τοῦ ὄρτυγος ἢ πόθεν ἐστὶν ἡ τούτου γένεσις· ὅταν γὰρ χεῖμωνες μεγάλοι γένωνται ἐν τοῖς μέρεσι τῆς Λιβύης τοῖς ἐρήμοις, ἡ θάλασσα τοὺς μεγίστους θύννους εἰς τοὺς αἰγιαλοὺς παρεκρίπτει· οὗτοι δὲ σκώληκας ποιοῦντες ἐπὶ ἡμέρας ιδ′, ἀπολεσθέντες γίγνονται ὡς μυῖαι, εἶτα ὡς ἀκρίδες· αὐταὶ δὲ αὐξανόμεναι γίνονται ὄρτυγες· εἶτα νότου ἀνέμου γενομένου ἢ λιβονότου, αὐξήσαντες διαπεραιοῦσι τὴν θάλασσαν, εἴς τε τὴν Παμφυλίαν (f. 42 v.) καὶ Κιλικίαν καὶ Καρίαν καὶ Λυκίαν, καὶ πάλιν βορέου φυσήσαντος, οὗτοι ἀφίπτανται εἰς τοὺς παραθαλασσίους τόπους τῆς τε Ἀσσυρίων χώρας καὶ τὰς λοιπὰς τῆς Μελανιτίδος γῆς. Οἱ δὲ τῆς σοφίας ἀμύητοι αὐτοὺς ἁγνοὺς ἀγνοοῦντες λέγουσι τὴν τούτων φύσιν καὶ ἀρχὴν μὴ γινώσκοντες.

Ὄρφος, ἰχθὺς θαλάσσιος πᾶσι γνωστός, ἐδώδιμος.

Ὀνυχίτης λίθος ἢ σαρδόνυξ ὑπὸ πάντων γινωσκόμενος.

Τῆς οὖν βοτάνης ἡ ῥίζα ἑψομένη μετὰ ἐλαίου καὶ τοῦ στέατος τοῦ ὄρτυγος, εἶτα κηροῦ μιγνυμένου ποιεῖ πρὸς τὰ σκληρώματα τῆς μήτρας καὶ φλεγμονάς, ἕλκη, νομὰς καὶ ὅσα περὶ τὸν γυναικεῖον κόλπον· ἀνίεται δὲ ῥοδίνῳ· ποιεῖ πρὸς χοιρώνια.

(f. 43 r.) Οἱ δὲ ὀφθαλμοὶ τοῦ ὄρτυγος μετὰ τῆς ῥίζης τῆς βοτάνης περιαφθέντες καθημερινοὺς τύπους καὶ τριταίους ἀπαλλάσσουσιν ἐν ἀποκρούσει περιαφθέντες.

Τοῦ δὲ ὄρτυγος ἢ τοῦ ὄρφου τοὺς ὀφθαλμοὺς λειώσας μεθ’ ὕδατος ὀλίγου ἐν ὑελίνῳ ἔχεις ἀγγείῳ ἐπὶ ἡμέρας ἑπτά· εἶτα προσβάλῃς ἔλαιον βραχύ, ἐκ δὲ τούτου εἰς τὸν λύχνον βάλῃς. Εἰ τὸ ἐλλύχνιον μόνον ἀλείψεις, ἅψας δὲ ἐπισυνέγκῃς τοῖς ἀνακειμένοις, ὄψονται ἑαυτοὺς ὡσεὶ δαίμονας πυρωπούς, ὥστε ἀναστάντας πάντας φεύγειν.

Εἰς δὲ τὸν ὀνυχίτην λίθον γλύψον ὄρτυγα καὶ ὑπὸ τοὺς πόδας τὸν ὄρφον· ἐκ δὲ τοῦ συνθέματος ὑπὸ τὸν λίθον (f. 43 v.) τὸν ἰχθὺν βάλε, καὶ οὐδεὶς σὲ ὄψεται, οὐδ’ ἐὰν βαστάζῃς τι τῶν ὄντων· τὴν δὲ ὄψιν σου χρίσον ἐκ τοῦ συνθέματος, καὶ τὸν δακτύλιον φέρε, καὶ οὐδεὶς σὲ ὄψεται εἴ τις ἀνείσι καὶ εἴ τι καὶ ἂν ποιῇς.