Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

Ξίφιος, βοτάνη.

Ξίφιος, λίθος.

Ξίφιος, πτηνόν.

Ξίφιος, ἰχθὺς θαλάσσιος.

Ξίφιος βοτάνη ἐστὶ πληθύνουσα ἐν πάσῃ γῇ· φύλλα ἔχει ὅμοια 〈τοῖς〉 σίτου, ἢ ἐπιμηκέστερα. Ὡς φύεσθαι δὲ καὶ ἐν ταῖς ἀρούραις σὺν τῷ σίτῳ· ἣν τινες μαχαιρίαν καλοῦσιν, ἔνιοι δὲ φάσγανον. Ὀρθὴ (f. 40 v.) δὲ ἀναβαίνουσα ἀπὸ τῆς γῆς ὡσεὶ πῆχυν α′· ἔστι δὲ μονόκλωνος. Ἄνθος ἔχει κυάνεον, εὔοσμον, ὑποπόρφυρον. Ταύτην οἱ ποιμένες πλέξαντες στέφανον ἔαρος ὄντος τελοῦσι (?).

Ξίφιος δὲ λίθος πᾶσι γνωστός· οὗτος ἐν πάσῃ γῇ πληθύνει ὡσεὶ κάχληκες, τῇ δὲ χροᾷ ὡσεὶ καλάϊνος. Τοῦτον ἐν τῇ Ἀσσυρίων χώρᾳ κατεάζουσι καὶ χρῶνται 〈τούτῳ〉 εἰς τὸ ἀποθυμιάζειν τὰ θυόμενα τετράποδα.

Ὁ ξίφιος πτηνόν ἐστιν ἱέραξ κοινὸς ὁ καλούμενος κίρκος.

Ξίφιος ἰχθὺς ὅμοιος ἰουλίδος, ποικίλος μέν, μικρότερος δὲ καὶ λεπτός.

Τῆς οὖν βοτάνης τὸ ἄνθος καὶ τὴν ῥίζαν ἐὰν ἐλαίου πλῆθος τεθῇ καὶ χρόνον διαμένῃ τινά, καὶ ἀποσυρώσας ἀποθῇς εἰς μύρον (f. 41 r.) ζητούμενον ἐν ταῖς ἱερατικαῖς βίβλοις, καλούμενον σούσινον ἐν τῇ Μελανίδι γῇ, περὶ οὗ οἱ ἀρχαῖοι προφῆται πλανῶνται. Κατὰ δὲ τὴν Ἀσσυρίων χώραν καλεῖται τὸ φυτὸν σουσανόν, καὶ κατὰ τὴν Μελανίδα 〈γῆν〉 σουνόν.

Αὕτη ἡ βοτάνη δύο ἔχει ῥίζας, μίαν ἐπὶ τὴν μίαν καθεζομένην. Τὴν ἐπάνωθεν οὖν ῥίζαν ἐάν τις λειώσας δώσει σὺν οἴνῳ πιεῖν, εἰς συνουσίαν παρορμᾷ· τὴν δὲ ὑποκάτω ἐὰν πίῃ τις, τὸ ἐναντίον ποιήσει ἀγόνους.

Γλύψον οὖν ἐν τῷ λίθῳ ἱέρακα, καὶ ὑπὸ τοὺς πόδας αὐτοῦ τὸν ἰχθύν· ὑποκατάκλεισον δὲ ἐν τῷ λίθῳ τὴν ῥίζαν τῆς βοτάνης, καὶ ἔχε. Οὗτος ὁ δακτύλιός ἐστιν ἁγνὸς ὡς καὶ ὁ πρὸ αὐτοῦ.

(f. 41 v.) Ἐὰν οὖν ἔχῃς αὐτὸν παρὰ σεαυτῷ, χρηματισθήσῃ περὶ οὗ θέλεις.

Καὶ ἐὰν θῇς τὸ αὐτὸ ἐν ζώῳ ἢ ἐν εἰδώλῳ τινὶ τῶν λατρευομένων, χρηματισθήσῃ ὁ ἂν θέλῃς παρ’ αὐτοῦ μαθεῖν.

Ἡ δὲ κεφαλὴ τοῦ ἰχθύος περιθυμιωμένη μετὰ σμύρνης ἐνθουσιάζεσθαι ποιεῖ τοὺς ὀσφραινομένους.

Σὺ δὲ τοὺς μυκτῆράς σου χρίε μύρῳ δυνατῷ, καὶ οὐκ ἐνθουσιασθήσῃ τὸ καθόλου.