Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

Νεκύα, βοτάνη.

Ναυκράτης, ἰχθύς.

Νῆσσα, πτηνόν.

Νεμεσίτης, λίθος.

Νεκύα βοτάνη ἐστὶ φλόμος· ταύτης τῆς βοτάνης εἴδη εἰσὶν ἑπτά· λέγει οὖν ὅτι τὰ ἀναβαίνοντα φύλλα ὑπὲρ γῆν πῆχυν α′. Τούτου τὰ φύλλα καίουσιν ἐν τοῖς λύχνοις ἀντὶ ἐλλυχνίου. Ἐπειδὴ δὲ τοῦτο κατέχουσιν ἐν ταῖς νεκυικαῖς μαντείαις

ταῖς διὰ λεκάνας γενομέναις (f. 39 r.) οἱ πράττοντες τὰ τοιαῦτα, διὸ καὶ νεκύα καλεῖται.

Νῆσσα πτηνόν ἐστιν ἐπινηχόμενον ἐν τοῖς κύμασιν ὡς ὄρνιθος μέγεθος ἔχουσα.

Nαυκράτης ἰχθὺς θαλάσσιός ἐστιν ἡ ἐχενηίς. Οὗτος ἐὰν κολληθῇ πλοίῳ ἀρμενίζοντι οὐκ ἐᾷ αὐτὸ κινηθῆναι ὅλως, εἰ μὴ ἀπωσθῇ τῆς τροπῆς αὐτοῦ. Οὗτος ὁ ἰχθὺς ὅλος ἐν ἐλαίῳ ἑψηθεὶς ἕως κηρωθῇ διηθούμενος τῷ ἐλαίῳ καὶ λαβόντος κηροῦ τὸ πάχος καὶ καταπλασσόμενος ποδάγρας θεραπεύει.

Νεμεσίτης ἐστὶ λίθος αἰρόμενος ἀπὸ βωμοῦ Νεμέσεως λίθου κραταίου.

Γλύφεται οὖν ἐπὶ τον λίθον Νέμεσις (f. 39 v.) ἔχουσα τὸν πόδα ἐπὶ τρόχου ἐστῶσα· τὸ δὲ εἶδος αὐτῆς ὡσεὶ παρθένος τῇ εὐωνύμῳ χειρὶ κρατοῦσα πῆχυν, τῇ δεξιᾷ δὲ ῥάβδον. Ὑποκατακλείσεις δὲ τῷ λίθῳ ἄκρον πτερὸν νήσσης καὶ βραχὺ τῆς βοτάνης.

Ἐὰν οὖν τὸν δακτύλιον τοῦτον προσενέγκῃς δαιμονιζομένῳ, παραυτὰ ὁ δαίμων ἐξομολογήσας ἑαυτὸν φεύξεται.

Ἀφυγιάζει δὲ καὶ σεληνιαζομένους περὶ τὸν τράχηλον φορούμενος.

Ποιεῖ δὲ καὶ πρὸς φαντασίας 〈ἃς〉 ὁ δαίμων 〈ἐπάγει〉 ἐπὶ τῶν ἐνυπνίων καὶ βρεφῶν ἐξαλλομένων καὶ νυκτερινῶν συναντημάτων.

Οὗτος οὖν ὁ δακτύλιος φορούμενος μηνύει τὴν ποσότητα τῶν ἐτῶν τοῦ ζῆν χρόνου, καὶ τὴν ποιότητα τοῦ θανάτου καὶ τὸν τόπον.

Δέον οὖν τὸν φοροῦντα (f. 40 r.) ἀπέχεσθαι ἀπὸ παντὸς πονηροῦ πράγματος.

Τῆς δὲ ἐχενηίδος βραχὺ ἐκ τῶν ὀστέων ἐν καταρράψῃς ἐς ἵππου δέρμα καὶ ἔχῃς ἐντός σου ἐπιβὰς εἰς πλοῖον, ἢ κρύψῃς, οὐκέτι πλεύσει τὸ πλοῖον, εἰ μὴ βασταχθῇ τὸ κείμενον ἢ ἐξέλθῃς τοῦ πλοίου.

Εἰς δὲ τὴν πρόγνωσιν τὴν περὶ ζωῆς καὶ θανάτου ὡς πρὸ ὀλίγου εἶπον, χρή σε χρᾶσθαι τῷ τοῦ ἱέρακος ἀπογεύματι.