Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

Μορέα, φυτόν.

Μυγερός, πτηνόν.

Μηδικός, λίθος.

Μόρμυρος, ἰχθὺς θαλάσσιος.

Μορέα ἐστὶ φυτὸν πασίγνωστον.

Μυγερός ἐστι πτηνὸν νυκτικόραξ πᾶσι γνωστόν.

(f. 36 r.) Μηδικός, λίθος· οὗτος ἀνῆκε τῇ Ἀφροδίτῃ.

Μόρμυρος, ἰχθὺς θαλάσσιος ἐδώδιμος, μικρός.

Τῆς οὖν μορέας ὁ ὀπὸς τῆς ῥίζης διδόμενος λάθρα ἐν βρώματι ἡ ἢ πότῳ καθαίρει καὶ διάρροιαν παρέχει· ἐὰν δέ τις τῷ φλοιῷ τῆς ῥίζης βραχὺ διαμαση σάμενος τὸ σίαλον καταπίῃ, αὐτὸ δὲ ῥίψῃ, διάρροιαν ὁ τοιοῦτος κινδυνεύσει.

Πρὸς δὲ τὰς μεγίστας τῶν μυλῶν ἀλγηδόνας καὶ τῶν οὔλων ὠφελεῖ, οὐκ ἐᾷ δὲ βρωθῆναι μύλην, ἀλλὰ καὶ τὰς ἤδη βεβρωμένας ἀναλγεῖς ποιήσει 〈 πληρῶσθαι 〉 τῷ φλοιῷ τῆς ῥίζης 〈ο β′ (ἐν ἄλλῳ 〈ο γ′), ζζ ἀκεντήτου 〈ο γ′, ὄξος κάλλιστον κοτύλας β′· ἕψει συγκόψας ἕως ἂν γένηται κοτύλη α′. (f. 36 v.) Ἐκ τούτου διακλυζέσθω τὸ στόμα πρωῒ καὶ ὀψέ. Ἱστορήσαμεν δὲ τοῦτο ἐκ θείας δυνάμεως.

Τῆς οὖν μορέας οἱ κλάδοι οἱ μὲν ἄνω βλέπουσιν, οἱ δὲ κάτω ἔχουσιν τὸ ἄκρον ἰσοκάρδιον καὶ διοειδές.

Ἐὰν οὖν τις σταθεὶς πρὸς πόδα ἀτενίζων πρὸς λίβα, δυσὶ δὲ δακτύλοις τῆς εὐωνύμου χειρὸς ἐκτείνας τὸ ἄνω βλέπον καρδίδιον πρὸς ἡλίου ἀνατολήν, καὶ μετὰ πορφύρας ἀληθινῆς περιάπτῃ γυναικὶ περὶ τὰ ἰσχία αἱμορραγούσῃ ἢ ἐκ μήτρας ἢ ἐκ τοῦ δακτυλίου, ἵστησιν εἰς τρεῖς ἡμέρας τὴν φορὰν τοῦ αἵματος.

Ἐὰν δὲ τὸ κάτω βλέπον καρδίδιον ὁμοίως (f. 37 r.) ὡς εἴρηται, σταθεὶς ἐκτείλας περιάψῃς αἱμοπτυϊκούς, ὁμοίως ἵστησι τὴν φορὰν ἐν τρισὶν ἡμέραις.

Ταῦτα δέ εἰσιν τὰ καλούμενα ἀνακάρδια· ἰᾶται μὲν τὰ ἄνω βλέποντα τὰς κάτω αἱμορραγίας 〈ἐν〉 ταῖς αὐταῖς ἡμέραις· τὰ δὲ κάτω βλέποντα, τὰς ἄνω. Πρὸς δὲ τὰς αἱμορραγίας τοῦτό ἐστιν τὸ καλούμενον ἀνακάρδιον ἢ κατακάρδιον· πολλοὶ δὲ τῶν ψευδοσοφιστῶν πλανῶνται.

Πρὸς δὲ τὰς ἐντερίδας τὰς αἰμορροΐδας καλουμένας ἐξωφάκας φάρμακον ἀσύγκριτον· τούτου τοῦ καρποῦ τῆς μορέας τοῦ ὄμφακος 〈ο β′, χαλκίτεως 〈ο β′, λίθου μηδικοῦ 〈ο δ′, πτερὸν ζ′ (f. 37 v.) κόρακος κεκαυμένου τὰ ἀκρόπτερα οἴνῳ βραχὺ ἀναλάμβανε μετὰ πτέρου τοῦ αὐτοῦ κόρακος, ἵνα γένηται γλοιῶδες.

Εἰς μὲν τὰς ἔσω αἱμορραγίας ποιοῦν τὰ καλύμματα, ταῖς δὲ ἔξω καταχρίσματα, τῷ δέοντι ἀναδέσμῳ χρώμενος.

Εἰς δὲ τὸν μηδικὸν λίθον γλύφηται μόρμυρος ἰχθύς, καὶ κατακλείσας εἰς σιδηρᾶν πυξίδα, καὶ ὑποβάλληται καρδίδιον ἀνωβλεπὲς τῆς μορέας, καὶ φορῆται πρὸς τὰς αἱμορροΐδας, καὶ 〈τὰ〉 περὶ τὴν ἕδραν πάθη.

Εἰ δὲ τὴν κάτω βλέπουσαν καρδίαν ὑποκλείσεις, ἔσται φυλακτήριον πρὸς αἱμοπτυικοὺς καὶ τὰς ἐκ ῥινῶν (f. 38 r.) αἱμορραγίας, καὶ ὅσα πάθη αἱμορραγίας, 〈καὶ 〉 αἱμορροϊκα, ἄνωθεν.

Σκευάζεται δὲ καὶ καθάρσιον ἐκ τῆς ῥίζης τῆς μορέας.

ὝΜΝΟΣ. Ὧ μορέα ἡ δεινὸν φυτόν, οὐκ ὀλίγοισιν ἐπαχθές, σὸς γὰρ ὀπὸς ῥίζης μιχθεὶς ἴσῳ χυλῷ στρατιώτου, περσίης ῥίζης ὁμοίως ὀπόν, τιθυμάλλου, σκαμμονίας τὸ ἴσον· μίξας δὲ ἴσον εἰς ἅπαντα καὶ μέλιτος τὸ τριπλοῦν ἕψει ἕως σχῇ ὑγρᾶς κηρωτῆς πάχος, καὶ ἑλόμενος ἔχε ἐν βίκῳ ὑελίνῳ· καὶ δίδου ἐξ αὐτοῦ 〈ο α′ νήστῃ προδιαιτησόμενος ἄκρως.

Ἐὰν δὲ πλείω δοθῇ φασούλου (f. 38 v.) μέγεθος, ὁ τοῦτο λαβὼν χολέρᾳ ληφθεὶς οὐ ζήσεται ἡμέραν.

Μηδὲν ὕπερθεν πότῳ ἢ ἐν βρώμασι δίδου, κατὰ δύναμιν δὲ ἑκάστῳ δίδου.