Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

Λίβανος, βοτάνη.

Λύγγουρος, λίθος.

Λώβηξ, πτηνόν.

Λάβραξ, ἰχθὺς καὶ θαλάσσιος καὶ ποτάμιος.

Λίβανός ἐστι βοτάνη δενδρικὴ ἧς ὁ ὀπὸς θυμιώμενος ἀνεγείρει τὰ θεῖα πνεύματα.

Λύγγουρος δὲ λίθος ἐκ τοῦ ὄρους τῆς Λυγγὸς ὀνομαζόμενος· οἱ δὲ λέγουσιν αὐτὸν αἰγείρου δάκρυ· ἀγαθὸν δέ.

(f. 35 r.) Λώβηξ πτηνόν ἐστιν ὃ καὶ γύψ, ζῶον ἰσχυρότατον.

Λάβραξ πᾶσι γνώριμος ἰχθύς. Ἐκ δὲ τούτου σκευάζεται ὑγρὸν κολλούριον θειότατον ποιοῦν πρὸς ἀμβλυωπίας πάσας, ὥστε ἐν τρισὶν ἡμέραις ὁξυδερκῆσαι. Ποιεῖ δὲ καὶ πρὸς ἀρχομένας ὑποχύσεις καὶ πτερύγια, νεφέλας, ἀχλύας, μυωπίας, τραχώματα, μυδριάσεις, νυκτάλωπας, ὑδατίδας, ψωροφθαλμίας, ξηροφθαλμίας. μίλφους, βεβρωμένους κάνθους. Πρὸς ταῦτα πάντα ἄκρως ὠφελεῖ ἐγχριόμενον.

Ἡ δὲ σκευασία ἐστὶν οὕτως· λιβάνου ἄρρενος 〈ο θ’, λυγγούρου λίθου 〈ο β′, χολὴ γυπὸς 〈ο ϛ′, χολὴ λάβρακος ὅλη, πεπέρεως 〈ο γ′, μέλιτος ὑμνήτου γο οϛ′ (?). Τοῦτο παλαιούμενον κρεῖττον γίνεται.

(f. 35 v.) Τὸ δὲ ἐκ τοῦ Κυρανοῦ κολλούριον εἶχεν οὕτως· λιβάνου ἄρρενος, λυγγουρίου λίθου ἀνὰ 〈ο β′, χολὴ γυπὸς 〈ο ϛ′, χολὴ λάβρακος 〈ο ϛ′, πεπέρεως οὐγγ. γ′. μέλιτος ἀκάπνου οὐγγ. γ′.

Εἰς δὲ τὸν λυγγούριον λίθον γλύψον γῦπα, καὶ ὑπόθες ὀλίγον λίβανον καὶ ἄκρον πτερὸν τοῦ πτηνοῦ, καὶ φόρει. Ὠφελεῖ πρὸς ἀμβλυωπίαν καὶ ὑποχύσεις ὀφθαλμῶν.