Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

Κιναίδιος, βοτάνη.

Κιναίδιος, ἰχθύς.

Κιναίδιος, λίθος.

Κιναίδιος, πτηνόν.

Κιναίδιος, βοτάνη ἥτις ἐστὶ περιστερεῶν ὕπτιος, Ἀφροδίτης.

Κιναίδιος, πτηνὸν ὁ καλεῖται ἴυγξ.

Ἕλκε τὸ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα·
οἱ δ’ ἰύγγιον ἀττικόν, στρουθίον ἐδώδιμον, ὡς ὄρτυξ ἀνακλώμενος τὸν τράχηλον, ὥς φησιν ὁ Ἁρποκρατίων· οὗτος ἔχει τρεῖς λίθους περὶ τὸν τράχηλον, γλῶσσαν μικρὰν ἔχων· ἀνῆκε δὲ τῇ Ἀφροδίτῃ.

(f. 30 r.) Κιναίδιος ἰχθὺς θαλάσσιος τὸ μέγεθος ἔχει δακτύλους ἕξ· κεφαλὴ πλατεῖα ὡς βλέννου· ἰχθύδιον στρογγύλον, διαυγὲς δὲ τὸ σῶμα ὡς φαίνεσθαι

αὐτοῦ τὴν ῥάχιν διὰ τοῦ σώματος ὡς διὰ σπεκλαρίου. Πληθύνει δὲ εἰς τὰ παράλια τῆς Συρίας καὶ Παλαιστίνης καὶ Λιβύης. Οὗτος οὖν ἔχει λίθους β′, οἱ καὶ ἰδίας ἔχουσιν πράξεις, ὡς καὶ μεταξὺ ῥηθήσονται· εἰσὶ δὲ ἐν τῇ κεφαλῇ. Ἔχει δὲ ἕτερον λίθον ἐν τῷ τρίτῳ σπονδύλῳ τῆς ῥάχεως παρὰ τὴν οὐράν, ὅς ἐστιν δὲ ἰσχυρότατος λίαν, καὶ ζητούμενος ἐν τῷ κεστῷ τῆς Ἀφροδίτης.

Ὁ δὲ κιναίδιος λίθος ἄγνωστος ἦν ὡς δύσγνωστος ὑπάρχων, ὃς καλεῖται ὀψιανός. Ἔστι δὲ Κρόνου. Οὗτος ὁ λίθος ἐστὶ δισσός· (f. 30 v.) ὁ μὲν γὰρ ἐστι σκοτεινὸς καὶ μέλας, ὁ δὲ μέλας μέν, διαυγὴς δὲ ὥσπερ τὰ κάτοπτρα. Οὗτός ἐστιν ὃν ζητοῦσιν πολλοί, καὶ οὐ γινώσκουσιν αὐτόν· οὗτος γάρ ἐστι δρακόντιος λίθος.

Ἐὰν οὖν τις βραχὺ τῆς βοτάνης μετὰ κόπρου γυπὸς ὑποθυμιάσῃ ὑπὸ περσικίαν, φυλλοροήσει.

Ἐὰν δὲ ὑπὸ τὸ προσκέφαλον ὑποθήσει τις τὴν βοτάνην, οὐκ ὀρθιάσει ἐν τῇ συνουσίᾳ ἐπὶ ἡμέρας ζ′.

Ἀλέκτορι δὲ ἐὰν δῷς μετὰ ἀλφίτων, οὐ πατήσει θήλειαν.

Τὸ δὲ ἐκ κιναιδίου ἰχθύος τὸ ἐν τῷ τρίτῳ σπονδύλῳ τῆς ῥάχεως ἐὰν δῷς ἐν ποτῷ ἢ ἐν βρώματι, καὶ τὸν λίθον ὁ λαβὼν κίναιδος ἔσται ὁμολογούμενος αὐθήμέρον.

Ἐὰν δὲ ἀλεκτρυόνι αὐτὸν δῷς μετὰ ἀλφίτων, ὑπὸ ἑτέρων ἀλεκτρυόνων βιβασθήσεται (f. 31 r.) πυκνῶς, καὶ ἄλλῳ οἷον ἄν εἶ ἀρρενικὸν ζῶον μαλθακιάσει.

Ἐὰν οὖν τὸν λίθον τοῦτον λάβῃς μετὰ τοῦ ὁμοίου ζώου, βιβασθήσεται, καὶ μὴν ὡς θήλεια ὅσα ἀληθῶς ὁ προειρημένος λίθος ποιοῖ.

Τὴν δὲ γλῶσσαν τοῦ ὀρνέου ἐὰν φορῇ τις ἐπὶ χρυσῷ πετάλῳ, ἔσται χάριν ἔχων καὶ φιλητὸς ὑπὸ πάντων ἀνθρώπων.

Τὸ δὲ ὀρθοπύγιον αὐτοῦ λάθρα διδόμενον ἀνθρώπῳ ἢ ἑτέρῳ ἀρρενικῷ ζώῳ, ὁ τοιοῦτος μαλθακισθήσεται καὶ τῶν θηλειῶν ἔργα ἀποτελέσει.

Τὸν δὲ δεξιὸν ὀφθαλμὸν ἐάν τις φορήσῃ ὑπὸ λίθον σάμφειρον ἄσπιλον, ἐφ’ ᾧ ἐστιν γεγλυμμένη Ἀφροδίτη, ὁ τοῦτο φορῶν ἐπιχαρῆς ἔσται καί πᾶσιν ἀνθρώποις ἐξάκουστος καὶ ἐπὶ πάσης (f. 31 v.) δίκης νίκην ἔξει. Τὸ δὲ αὐτὸ ποῖει καὶ 〈ὀ〉 εὐώνυμος ὀφθαλμὸς ὑπὸ θηλείας φορούμενος.

Αἷμα δὲ αὐτοῦ μιγνύμενον μεθ’ οἱουδήποτε κολλουρίου καὶ ἐγχριόμενον ὑποχύνει ὀφθαλμούς.

Ἡ δὲ καρδία αὐτοῦ ληγούσης τῆς σελήνης περιαπτομένη τριταίους καὶ τεταρταίους ἰᾶται.

Ὁ δὲ ἐγκέφαλος τοῦ ὀρνέου λάθρα ἐν βρώματι ἢ ἐν πόματι διδόμενος κεφαλαλγίαν παύει ἀνίατον.

Τὸ δὲ ἧπαρ αὐτοῦ ἡπατικοὺς ἐν ἀλσὶ καὶ ὕδατι ἐζεσμένον ἀπαλλάσσει.

Τῆς οὖν μεγάλης θεᾶς τῆς Ἀφροδίτης ὁ πρῶτος κεστὸς ὁ δεινότατος καὶ μεταλλάσσων τὰς φύσεις τῶν ἀνθρώπων καὶ πάντων 〈 τῶν 〉 ζώων, ὁμοίως καὶ τὰς γνώμας (f. 32 r.) ἀρρενικῶν, μάλιστα δὲ ἀνθρώπων, ὥστε μαλθακιάζειν καὶ ἀπογυναικοῦσθαι τὸν ἁψάμενον ἢ φορήσαντα.

Ἔτι δὲ εἰς τὸν ὀψιανὸν λίθον γλύψον ἄνθρωπον ἀπόκοπον ἔχοντα περὶ τοὺς πόδας τὰ αἰδοῖα κείμενα, τὰς δὲ χεῖρας κάτω ἐσταλμένας, αὐτὸν δὲ κάτω βλέποντα τοῖς αἰδοίοις· ὀπίσω δὲ πρὸς νῶτον Ἀφροδίτην νῶτον [πρὸς νῶτον] ἔχουσαν, αὐτὴν δὲ ἑαυτῆς στρέφουσα τὴν ὄψιν καὶ βλέπουσαν αὐτῷ· ἀποκατάκλεισον δὲ τοῦ κιναιδίου ἰχθύος τὸν λίθον. Ἐὰν δὲ μὴ ἔχῃς ἕνα τῶν ἐν τῇ κεφαλῇ, ὑπόθες ῥιζίον τῆς βοτάνης, καὶ τοῦ ὀρνέου ἀκρόπτερον τὸ εὐώνυμον· κατάκλειε δὲ εἰς λήνιον χρυσοῦν πλατύτερον· (f. 32 v.) θήσεις δὲ αὐτὸ ἐντὸς ἱμάντος νευρίου ἀπὸ τῆς κοιλίας ἱέρακος, ἵνα ἢ τρυφερόν, συρράψας κατὰ τὸ μέσον τοῦ ἱμάντος, ἵνα μὴ φαίνηται. Οὗτός ἐστιν ὁ περὶ τὴν κεφαλὴν τῆς Ἀφροδίτης ζωγραφούμενος ἢ πλασσόμενος ἱμὰς ὡς διάδημα, ὃ καλεῖται κεστός.