Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

Τῆς οὖν βοτάνης οἱ ἀσπάραγοι κατὰ τὴν πρώτην ἐκβλάστησιν ἑφθοὶ ἐσθίω μένοι, οὖρα τε καὶ κοιλίαν κινοῦσιν. – Δύναμιν δὲ ἔχει τὰ φύλλα καὶ ἡ ῥίζα καὶ ὁ καρπὸς (f. 8 v.) θερμοτάτην τε καὶ δριμεῖαν· ἔχει δὲ καὶ ἄλλην ἄρρητόν

τέ τινα καὶ θείαν ἐνέργειαν· ἰᾶται γὰρ τὰ χοιρώνια, ἕλκη καὶ γαγγραίνας καὶ φαγαιδαίνας καὶ τὰ ἕλκη τὰ σαπρά, μετὰ γάλακτος καὶ ἄμμου καταπλασσόμενος.

Ἡ δὲ ῥίζα αὐτῆς ὀπτῆς χρῶτας καὶ ἐφήλεις καὶ τέτανον καὶ ἐσπιλωμένον πρόσωπον καὶ νεφέλας ἀποκαθαίρει· ἰόνθους καὶ φακοὺς καὶ ἀλφοὺς καὶ ὑπώπια καὶ πτερύγια ἐν δακτύλοις, καὶ τὰς φλεγμονὰς τὰς μελαίνας σὺν ὀροβίου ἀλεύρῳ καὶ τήλει μιγνυμένη καθάρει. Ἑψηθεῖσα δὲ σὺν ἐλαίῳ ἕως κηρωθῇ πρὸς τὰ αὐτὰ ἁρμόζει· τὰ δὲ ὑπώπια καὶ πτερύγια τὰ ἐν δακτύλοις στέλλει σὺν οἴνῳ καταπλασθεῖσα· (f. 8 v.) διαφορεῖ δὲ καὶ φλεγμονάς.

Πρὸς δὲ ἐπιληψίας πίνεται [καθ’ ἡμέραν] κοκ. δ′ πρὸς ἐνιαυτὸν καθ’ ἡμέραν σὺν ὀξυμέλιτι· ὠφελεῖ δὲ καὶ ἀποπληκτικοὺς καὶ σκοτωματικοὺς ὁμοίως διδομένη κοκ. β′· ἐχεοδήκτοις δὲ βοηθεῖ ὁμοίως. Ἔμβρυα δὲ φθείρει· ὑποταράσσει δὲ καὶ τὴν διάνοιαν, ἐνίοτε καὶ προστεθεῖσα δευτέρια ἐπισπᾶται καὶ οὖρα πινομένη. Σπλῆνα δὲ τήκει τριόβολον ποθὲν σὺν ὄξει ἐπὶ ἡμέρας λ′· καταπλάσσεται δὲ καὶ μετὰ σύκων χρησίμως πρὸς τὸ αὐτό · ἀφεψεῖται δὲ καὶ πρὸς ἐγκαθίσματα καθαρτικὰ ὑστέρας· ἔστι δὲ καὶ εὐκοίλιον.

Ὁ δὲ καρπὸς μόνος ποιεῖ πρὸς ἰχῶρας καὶ λέπρας συγχριόμενος καὶ καταπλασσόμενος. Ὁ δὲ χυλὸς αὐτῆς (f. 9 r.) χυλισθείσης ὅλης μετὰ ῥοφίσματός τε ποθεὶς γάλα κατασπᾷ. Ἁρμόζει δὲ παραλυτικοῖς ποθείς τε καὶ συγχρισθεὶς σὺν ἐλαίῳ, ἐπειδὰν ἑλκωθῶσιν.

Τὰ δὲ φύλλα σὺν οἴνῳ καταπλασσόμενα καὶ πρὸς ῥεύματα ὁμοίως ἁρμόζει ἐπιτεθειμένα, καὶ ἀπλῶς εἰπεῖν, καθόλου ἐστὶ χρήσιμος πρὸς πάντας τοὺς σεμνῶς αὐτῇ χρωμένους.

Δύο δὲ αὐτῆς εἰσιν εἴδη· ἡ μὲν πρώτη ἄμπελος λευκή, ἥν τινες β ρ υ ω ν ί α ν καλοῦσιν, οἱ δὲ ὄφεως σταφυλήν, οἱ δὲ χελιδόνα, οἱ δὲ μύλιθρον, οἱ δὲ ψίλωθρον, οἱ δὲ ἀρχιζώστην, οἱ δὲ κέχεδρον. Ταύτης τὰ κλήματα καὶ τὰ φύλλα καὶ αἱ ἕλικες ὅμοια ἀμπέλου ἡμέρου, δασύτερα δέ · καὶ ἐμπλέκεται τοῖς παρακειμένοις (f. 9 v.) θάμνοις ἐπιλαμβανομένη ταῖς ἕλιξιν· καρπὸν δὲ ἔχει βοτρυώδη, πυρρόν, ᾧ ψιλοῦνται τὰ δέρματα.

Ἡ δὲ δευτέρα ἄμπελος μέλαινα καλεῖται, καὶ αὐτὴν βρυωνίαν ὀνομάζουσιν, οἱ δὲ χειρώνειον. Φύλλα ἔχει κισσοειδῆ, μᾶλλον ὅμοια σμίλακος, μείζωνα δέ, ἐπιλαμβανομένη καὶ αὐτὴ τῶν δένδρων ταῖς ἕλιξι· καρποὺς δὲ βοτρυοειδεῖς, χλωροὺς μὲν κατ’ ἀρχάς, ἐπειτα δὲ μέλανας μὲν ἔξωθεν, ἔσωθεν δὲ πυξώδεις.

Καὶ ταύτης δὲ οἱ καυλοὶ κατὰ τὴν πρώτην ἐκβλάστησιν λαχανεύονται· εἰσὶ δὲ διουρητικοὶ καὶ καταμηνίων ἀγωγοί, σπληνὸς ἰαματικοί, ἁρμόδιοι σπληνικοῖς, μάλιστα αἱ ῥίζαι· καὶ πᾶσα δὲ ἡ βοτάνη ἁρμόδιος ἐπιληπτικοῖς καὶ σκοτωματικοῖς· ποιεῖ δὲ καὶ πρὸς τοὺς (f. 10 r.) τῶν ὑπορογίων λόφους ἑλκουμένους τὰ φύλλα σὺν οἴνῳ καταπλασθέντα, καὶ πρὸς στρέμματα καὶ παρέσεις καὶ καθόλου ὁμοίαν ἔχει τὴν δύναμιν τῆς πρὸ αὐτῆς.

Ἡ δὲ λευκὴ ἄμπελος ἔχει καὶ ἄλλας ἐνεργείας κοσμικὰς καὶ χαριεστάτας, ὥστε ἐν πότοις μὴ μόνον νηφάλαιον εἶναί τινα, ἀλλὰ καὶ εὐωχίαν ἔχειν.

Ἕως ἐνταῦθα μὲν ὁ Κυρανὸς οὕτως· ἀπὸ δὲ τῆς ἀνωτέρω γραφείσης τῶν ἀμφοτέρων διαφωνίας εἶχεν· ἐκεῖ οὕτως ὁ τοῦ Ἁρποκρατίωνος λόγος.

Μάκαιρα βοτάνη, τῶν θεῶν ἡγητεῖρα, γαίης κρατοῦσα, οὐρανοῦ καὶ ἀέρος, νόον λύουσα βοτρυοφόρῳ πότῳ, ὡς ἐπιλύειν πᾶν μέλος, ποιοῦσα δὲ ὕπνον, οὐδεὶς οὐ λόγῳ, οὐ σώματι ἰατήρ τις, (f. 10 v.) οὐδεὶς πρὸς σὲ δυνήσεται, ἀλλ’ ἐλέγχεις ὅσα ἐν ψυχαῖς βροτῶν [τῶν] ἐγκρύφως ἔχουσιν μυστικὰς φρένας, τὴν ἀρρήτως ἔχων, ἄμπελε, πάντ’ ἐκφανεῖς μόναις ὅσα γραφαῖς, ἢ φαρμάκοις γίνεται, ἢ φασγάνῳ, ἢ πελέκει ὅσα τοιαῦτα κρύβεται· ταῦτα μὲν λελέχθω ἀμπέλου μυστήρια. Ἔχει δὲ ἄλλα κοσμικά, ὡς ἐν βροτοῖς μὴ φαῦλον εἰπεῖν.

Λέγει δὲ οὕτως ἐντεῦθεν ὁ ἱερὸς λόγος, καθώσπερ [γὰρ] εἶχεν καὶ ἡ κυρανίς· Μάκαιρα ἐκ θεοῦ ἄνασσα, ἐκ θεοῦ βοτρυοφόρε μητὲρ ἁπάσης θείας φύσιος εὐαγοῦς ἐν φυτοῖς· τῇ πρώτῃ ἐάων ἱερεῖ· εὗ . . . ντο ὀλύμπιος οὖσα.

Ταῦτα εἴπας εἰς ποτήριον βάλε εἰς κεράμιον, ὅθεν πίνουσιν ἅπαντες, (f. 11 r.) καὶ ἀναλύουσιν εὐφρανθέντες, μηδενὸς συζητήσαντος.

Ἐὰν οὖν θέλωμεν φράσαι περὶ ἀμπέλου ὅσα δύναται, βιβλίον ὅλον οὐκ ἀρκέσεται ἡμῖν.

Πινόμενος γὰρ ὁ χυλὸς τοῦ βότρυος εὐωχίας μεγίστας ποιεῖται. Φύτευε αὐτὴν εἰς πάντα τόπον· οὔτε γὰρ ἑορτὴ θεῶν ἢ θνητῶν ἤδη πέρας ἐσχηκότων τοῦ βίου, ἢ

εἰς τὸν βίον ἐσεληλυθότων ἡ ἀπὸ σπορᾶς βίου ὁρμώντων, ἢ γεωργίας ἢ φυτείας, ἢ ἕτερόν τι τῶν ἐν βίῳ γιγνομένων δυνήσεται ἄνευ τοῦ φυτοῦ τούτου.

Ἔτι δὲ λείπει μοι περὶ τίνος κακοῦ δαίμονος, ὅς ἐστιν τεταρταῖος, ὡς ἐπιπέμπεται ἀνδράσι καὶ (f. 11 v.) γυναιξίν, ὑπὸ δεκανοῦ τοῦ πρώτου αἰγοκέρω μὴ ταχέως πειθομένου, διότι οὐ βλέπει οὕτε ἀκούει, ὑπάρχει γὰρ ἀκέφαλος.

Λαβὼν οὖν σταφίδας ἐχούσας γίγαρτα δ’ ἐκκόκισον αὐτὰ τοῖς ὄνυξι, καὶ μὴ τῷ στόματι, καὶ βαλὼν αὐτὰ εἰς ῥάκος περίαπτε τῷ τραχήλῳ ἀγνοοῦντι ἁγνὸς ὧν, καὶ ἀπαλλάξεις Θεοῦ χάριτι.

Καὶ ὁ λίθος ὁ ἐκ τῆς κεφαλῆς τοῦ ἰχθύος περιαπτόμενος ἀπαλλάσσει τοὺς τετραίζοντας.

Ἡ δὲ τοῦ Κυρανοῦ περὶ εὐφρασίας στήλη εἶχεν οὕτως· Ἡ θειοτάτη βοτάνη βοτρυοφόρε, ἄμπελος λευκή, ἡ μητὲρ τῶν βοτανῶν, εὔδιε κυβαληφόρε, γῆς ἐν φυτοῖς ἡ πρώτη. Λέγε εἰς ποτήριον τοὺς (f. 12 r.) λόγους τούτους· ἐυηὶ εὐοινὸν (sic?), φρενῶν μου τήρησον ἀβλάβειαν εἶναι ευηὶἒ, ὀλυμπίᾳ οὖσα, συντήρησόν μου νοὸς φρένας, εὔθυμος οὖσα, καὶ θειοτάτη καὶ ὑγιής. Ὑι εὖ ἀὲ ἰαυῶ αέ κιεῶ· ἐάωε. Ταῦτα εἰς ποτήριον οἴνου ἐπειπών, βάλε εἰς κεράμιον οἴνου, ὅθεν πίνουσιν ἅπαντες καὶ ἀναλύουσιν ἅπαντες εὐφρανθέντες οἱ φίλοι, μηδενὸς συζητήσαντος.

Λαβὼν οὖν ἀετίτην λίθον γλύψον ἀετόν, καὶ ὑπὸ τὸν λίθον ὑπόθες γίγαρτον σταφυλῆς, καὶ τὸ ἄκρον τοῦ πτεροῦ τοῦ ἀετοῦ εἶτε ἱέρακος, καὶ κατακλείσας φόρει· διαφυλάξει σε γὰρ ἀπὸ πάντων τῶν (f. 12 v.) προειρημένων παθῶν. Ἔτι μὴν καὶ ἀξιόλογον καὶ προσφιλῇ συντυχίαις δυναστῶν, καὶ μεγάλων ἀνδρῶν καὶ περιεχόντων χάριν παρέξει· καὶ ἐπὶ ἑτέρων πολλῶν [ἄλλων] ὧν οὐ χρεία ἐστὶν λέγειν ποιήσει, καὶ οὕτως πέρας εἴληφεν τὸ πρῶτον στοιχεῖον ἄλφα.