Apocalypsis Enochi

Liber Enoch

Das Buch Henoch. Flemming, Johannes Paul, and Radermacher, Ludwig, editors. Leipzig: Hinrichs, 1901.

καὶ οὗτος ἐκτίσθη τοῖς πνεύμασιν τῶν ἀνθρώπων, ὅστοι οὐκ ἔσονται ἀλλ’ ἁμαρτωλοὶ ὅσοι] ἀσερεῖς καὶ μετὰ τῶν ἀνόμων ἔσονται μέτοχοι. τὰ δὲ πνεύματα [ὅτι οἱ ἐνθάδε θλιβέντες ἔλαττον κολάζονται] οὐ τιμωρηθήσονται ἐν ἡμέρᾳ τῆς κρίσεως, οὐδὲ μὴ ἐντεῦθεν.

τότε ηὐλόγησα τὸν κύριον τῆς δόξης καὶ εἶπα· εἶ κύριε, ὁ τῆς δικαιοσύνης κυριεύων τοῦ

Κἀκεῖθεν ἐφώδευσα εἰς ἄλλον τόπον πρὸς περάτων τῆς γῆς.

καὶ ἐθεασάμην πῦρ διατρέχον καὶ οὐκ οὐδὲ ἐλλεῖπον τοῦ δρόμου ἡμέρας καὶ νυκτὸς ἀλλὰ

καὶ ἠρώτησα λέγων· τί ἐστιν τὸ μὴ ἔχον ἀνάπαυσιν;

τότε ἀπεκρίθη μοι ῾Ραγουήλ, ὁ εἷς τῶν ἁγίων ἀγγέλων, ὃς οὗτος ὁ δρόμος τοῦ πυρὸς τὸ πρὸς δυσμὰς πῦρ τὸ ἐκδιῶκόν ἐστιν πάντας τοὺς φωστῆρας τοῦ οὐρανοῦ.