Apocalypsis Enochi

Liber Enoch

Das Buch Henoch. Flemming, Johannes Paul, and Radermacher, Ludwig, editors. Leipzig: Hinrichs, 1901.

Καὶ τότε ἀνοίξω τὰ ταμεῖα τῆς εὐλογίας τὰ ὄντα ἐν τῷ οὐρανῷ [καὶ] κατενεγκεῖν αὐτὰ [ἐπὶ τὰ ἔργα] ἐπὶ τὸν κόπον τῶν υἱῶν τῶν ἀνθρώπων.

καὶ τότε ἀλήθεια καὶ εἰρήνη κοινωνήσουσιν ὁμοῦ εἰς πάσας τὰς ἡμέρας τοῦ αἰῶνος καὶ εἰς πάσας τὰς γενεὰς τῶν ἀνθρώπων.