Apocalypsis Enochi
Liber Enoch
The Old Testament in Greek, Volume 3. Swete, Henry Barclay. Cambridge: Cambridge University Press, 1905.
¹ Καὶ ἐκεῖθεν ἐπορεύθην εἰς τὸ μέσον Μανδοβαρά, καὶ ἴδον αὐτὸ ἔρημον· καὶ αὐτὸ μόνον,
²πλῆρες δένδρων· καὶ ἀπὸ τῶν σπερμάτων ὕδωρ ἄνομβρον ἄνωθεν φερόμενον,
³ ὡς ὑδραγωγὸς δαψιλὴς ὡς πρὸς βορρᾶν ἐπὶ δυσμῶν πάντοθεν ἀνάγει ὕδωρ καὶ δρόσον.
1 Ἔτι ἐκεῖθεν ἐπορεύθην εἰς ἄλλον τόπον ἐν τῷ Βαβδηρά, καὶ πρὸς ἀνατολὸς τοῦ ὄρους τούτου ᾠχόμην,
²καὶ ἴδον κρίσεως δένδρα πνέοντα ἀρωμάτων, λιβάνων καὶ ζμύρνας, καὶ τὰ δἐνδρα αὐτῶν ὅμοια καρύαις.
¹Καὶ ἐπέκεινα τούτων ᾠχόμην πρὸς ἀνατολὰς μακράν, καὶ ἴδον τόπον ἄλλον μέγαν, φάραγγα ὕδατος,
²ἐν ᾧ καὶ δένδρον χρόα ἀρωμάτων ὁμοίων σχίνῳ,
3 καὶ τὰ παρὰ τὰ χείλη τῶν φαράγγων τούτων ἴδον κιννάμωμον ἀρωμάτων· καὶ ἐπέκεινα τούτων ᾠχόμην πρὸς ἀνατολάς.
¹καὶ ἴδον ἄλλα ὄρη καὶ ἐν αὐτοῖς ἄλση δένδρων, καὶ ἐκπορευόμενον ἐξ αὐτῶν νέκταρ τὸ καλούμενον σαρρὰν καὶ χαλβάνη.
²καὶ ἐπέκεινα τῶν ὀρέων τούτων ἴδον ἄλλο ὄρος πρὸς ἀνατολὰς τῶν περάτων τῆς γῆς, καὶ πάντα τὰ δένδρα πλήρη ἐξαυτῆς ἐν ὁμοιώματι ἀμυγδάλων, ὅταν τριβῶσιν· διὸ εὐωδέστερον ὑπέρ πᾶν ἄρωμα.
¹εἰς βορρᾶν πρὸς ἀνατολὰς τεθέαμαι ἑπτὰ ὄρη πλήρη νάρδου χρηστοῦ καὶ σχίνου καὶ κινναμώμου καὶ πιπέρεαρς.
²Καὶ ἐκεῖθεν ἐφόδευσα ἐπὶ τὰς ἀρχὰς πάντων τῶν ὀρέων τούτων, μακρὰν ἀπέχων πρὸς ἀνατολὰς τῆς γῆς, καὶ διέβην ἐπάνω τῆς ἐρυθρᾶς θάλασσης, καὶ ᾠχόμην ἐπʼ ἄκρων, καὶ ἀπὸ τούτου διέβην ἐπάνω τοῦ Ζωτιήλ.
3 καὶ ἦλθον πρὸς τὸν παράδεισον τῆς δικαιοσύνης, καὶ ἴδον μακρόθεν τῶν δένδρων τούτων δένδρα πλείονα καὶ μεγάλα δύω μέν ἐκεῖ, μεγάλα σφόδρα καλὰ καὶ ἔνδοξα καὶ μεγαλοπρεπῆ, καὶ τὸ δένδρον τῆς φρονήσεως, οὗ ἐσθίουσιν ἅγιοι τοῦ καρποῦ αὐτοῦ καὶ ἐπίστανται φρόνησιν μεγάλην.
⁴ὅμοιον τὸ δένδρον ἐκεῖνο στροβιλέᾳ τὸ ὕψος, τὰ δὲ φύλλα αὐτοῦ κερατίᾳ ὄμοια, ὁ δὲ καρπὸς αὐτοῦ ὡσεὶ βότρυες ἀμπέλου ἱλαροὶ λίαν, ἡ δὲ ὀσμὴ αὐτοῦ διέτρεχεν πόρρω ἀπὸ τοῦ δένδρου.