Apocalypsis Enochi
Liber Enoch
The Old Testament in Greek, Volume 3. Swete, Henry Barclay. Cambridge: Cambridge University Press, 1905.
⁴ἐν ταῖς ἡμέραις τῆς κρίσεως αὐτῶν εὐλογήσουσιν ἐν ἐλέει, ὡς ἐμέρισεν αὐτοῖς.
⁵Τότε ηὐλόγησα τὸν κύριον τῆς δόξης, καὶ τὴν δόξαν αὐτοῦ ἐδήλωσα καὶ ὕμνησα μεγαλοπρεπῶς.
¹ Καὶ ἐκεῖθεν ἐπορεύθην εἰς τὸ μέσον Μανδοβαρά, καὶ ἴδον αὐτὸ ἔρημον· καὶ αὐτὸ μόνον,
²πλῆρες δένδρων· καὶ ἀπὸ τῶν σπερμάτων ὕδωρ ἄνομβρον ἄνωθεν φερόμενον,
³ ὡς ὑδραγωγὸς δαψιλὴς ὡς πρὸς βορρᾶν ἐπὶ δυσμῶν πάντοθεν ἀνάγει ὕδωρ καὶ δρόσον.
1 Ἔτι ἐκεῖθεν ἐπορεύθην εἰς ἄλλον τόπον ἐν τῷ Βαβδηρά, καὶ πρὸς ἀνατολὸς τοῦ ὄρους τούτου ᾠχόμην,
²καὶ ἴδον κρίσεως δένδρα πνέοντα ἀρωμάτων, λιβάνων καὶ ζμύρνας, καὶ τὰ δἐνδρα αὐτῶν ὅμοια καρύαις.
¹Καὶ ἐπέκεινα τούτων ᾠχόμην πρὸς ἀνατολὰς μακράν, καὶ ἴδον τόπον ἄλλον μέγαν, φάραγγα ὕδατος,
²ἐν ᾧ καὶ δένδρον χρόα ἀρωμάτων ὁμοίων σχίνῳ,
3 καὶ τὰ παρὰ τὰ χείλη τῶν φαράγγων τούτων ἴδον κιννάμωμον ἀρωμάτων· καὶ ἐπέκεινα τούτων ᾠχόμην πρὸς ἀνατολάς.