Apocalypsis Enochi

Liber Enoch

The Old Testament in Greek, Volume 3. Swete, Henry Barclay. Cambridge: Cambridge University Press, 1905.

⁵ τότε εἶπον Ὡς καλὸν τὸ δένδρον τοῦτό ἐστιν καὶ εὐῶδες, καὶ ὡραῖα τὰ φύλλα, καὶ τὰ ἄνθη αὐτοῦ ὡραῖα τῇ ὁράσει.

⁶ τότε ἀπεκρίθη μοι Μιχαὴλ, εἷς τῶν ἁγίων ἀγγέλων ὃς μετʼ ἐμοῦ ἦν (καὶ αὐτὸς αὐτῶν ἡγεῖτο),

¹καὶ εἶπέν μοι Ἑνώχ. τί ἐρωτᾷς καὶ τί ἐθαύμασας ἐν τῇ ὀσμῇ τοῦ δένδρου, καὶ διὰ τί θέλεις τὴν ἀλήθειαν μαθεῖν;

2 τότε ἀπεκρίθην αὐτῷ ΙΙερὶ πάντων εἰδέναι θέλω, μάλιστα δὲ περὶ τοῦ δένδρου τούτου σφόδρα.

3 καὶ ἀπεκρίθη λέγων Τοῦτο τὸ ὄρος τὸ ὑψηλόν, οὗ ἡ κορυφὴ ὁμοία [*](XXIV 2 om τρια επ (ante ανατ.) 4 αυτω 1| ουτων P ευωδε- στερον X XV 2 απεκρειθη P)

807
θρόνου θεοῦ, καθέδρα ἐστὶν οὗ καθίζει ὁ μέγας κύριος, ὁ ἅγιος τῆς [*](P) δόξης, ὁ βασιλεὺς τοῦ αἰῶνος, ὅταν καταβῇ ἐπισκέψασθαι τὴν γῆν ἐπʼ ἀγαθῷ.