Apocalypsis Enochi

Liber Enoch

The Old Testament in Greek, Volume 3. Swete, Henry Barclay. Cambridge: Cambridge University Press, 1905.

⁴Ῥαγουήλ, ὁ

⁵Μιχαὴλ, ὁ εἰς τῶν ἁγίων ἀγγέλων ὁ ἐπὶ τῶν τοῦ λαοῦ ἀγαθῶν [*](XIX)[*](* * * ἀνθρώπων ὼς ἐγὼ είδον.P1 XX* * * 2 ὸ εὶς τῶν ἁγίων ἀγγέλων ὁ ἐπὶ τοῦ κόσμου καὶ τοῦ ταρτάρου- 3 Ραφαὴλ ὸ εἰς τῶν ἁγίων ἀγγέλων ὁ ἐπὶ τῶν πνευμάτων τῶν ἀνθρώπων. 4 Ραγουηλ ὸ εἶς τῶν ἁγίων ἀγγέλων ὁ ἐκδικῶν τὸν κόσμον τῶν φωστήρων. 5 Μιχαήλ, ὀ εἰς τῶν ἁγίων ἀγγέλων ὃς ἐπὶ τῶν τοῦ λαοῦ ἀγαθῶν τέτακται) [*](6 om τρια 1⁰ P τρια 2⁰] τρις Ρ βαλοντας P 9 κακεινα 12 γην την τεθεμrλιωμενην P 16 αμαρτιας] + ουτων P X X 4 εκδεικων Ρ εκεκων (? εκαικων pro εκδικων) P1)

804
[*](P) τεταγμένος καὶ ἐπὶ τῷ χάῳ.

⁶ Σαριήλ, ὁ εἷς τῶν ἁγίων ἀγγέλων ὁ ἐπὶ τῶν πνευμάτων οἵτιυες ἐπὶ τῷ πνεύματι ἁμαρτάνουσιν.

7 Γαβριὴλ, ὁ εἶς τῶν ἁγίων ἀγγέλων ὁ ἐπὶ τοῦ παραδείσου καὶ τῶν δρακόντων καὶ χερουβείν. ἀρχαγγέλων ὀνόρατα ἑπτά.

¹Καὶ ἐφώδευσα ἕως τῆς ἀκατασκευάστου.

2κἀκεῖ ἐθεασάμην ἔργον φοβερόν· ἑώρακα οὕτε οὐρανὸν ἐπάνω, οὕτε γῆν τεθέαμαι τεθεμελιωμένην, ἀλλὰ τόπον ἀκατασκεύαστον καὶ φοβερόν.

3 καὶ ἐκεῖ τεθέαμαι ἑπτὰ τῶν ἀστέρων τοῦ οὐρανοῦ δεδεμένους καὶ ἐριμμένους ἐν αὐτῷ, ὁμοίους ὄρεσιν μεγάλοις καὶ ἐν πυρὶ καιομένους.

⁴τότε εἶπον Διὰ ποίαν αἰτίαν ἐπεδέθησαν, καὶ διὰ τί ὧδε ἐρίφησαν

⁵τότε εἶπέν μοι Οὐριήλ, ὁ εἷς τῶν ἁγίων ἀγγέλων ὃς μετʼ ἐμοῖ ἧν (καὶ αὐτὸς ἡγεῖτο αὐτῶν), καὶ εἶπέν μοι Ἑνώχ, περὶ τίνος ἐρωτᾶς, ἢ περὶ τίνος τὴν ἀλήθειαν φιλοσπευδεῖς;

⁶οὗτοί εἰσιν τῶν ἀστέρων τοῦ οὐρανοῦ οἱ παραβάντες τὴν ἐπιταγὴν τοῦ κυρίου, καὶ ἐδέθησαν ὧδε μέχρι τοῦ πληρῶσαι μύρια ἔτη, τὸν χρόνον τῶν ἁμαρτημάτων αὐτῶν.

⁷ Κἀκεῖθεν ἐφώδευσα εἰς ἄλλον τόπον τούτου φοβερώτερον, καὶ τεθέαμαι ἔργα φοβερώτερα, πῦρ μέγα ἐκεῖ καιόμενον καὶ φλεγόμενον, καὶ διακοπὴν εἶχεν ὁ τόπος ἕως τῆς ἀβύσσου, πλήρης στύλων πυρὸς μεγάλου καταφερομένων· οὕτε μέτρον οὕτε πλάτος [*](Ρ1)[*](καὶ ἐπὶ τῷ λαῷ. ⁶ Σαριήλ, ὸ εἰς τῶν ἁγίων ἀγγέλων ὁ ἐπὶ τῶν πνευμάτων οἴτινες ἐπὶ τῷ πνεύματι ἁμαρτάνουσιν. Γ αβριὴλ, ὸ εἶς τῶν ἁγίων ἀγγέλων ὸ ἐπὶ τοῦ παραδείσου καὶ τῶν δρακόντων καἰ χερουβίν. Ρεμειήλ, ὸ εἰς τῶν ἁγίων ἀγγελων ὄν ἔταξεν ὸ θεὸς ἐπὶ τῶν ἀνισταμένων. ὀνόματα ζ' ἀρχαγ- γέλων.) [*]( Καὶ ἐφώδευσα μέχρι τῆς ἀκατασκευάστου. 2 καὶ ἐκεῖ ἐθεασάμην ἔργονXXΙ φοβερὸν· ἑώρακα οὔτέ οὐρανὸν ἐπάνω οὔτε γῆν τεθεμελιωμένην, ἀλλὰ τόπον ἀκατασκεύαστον καὶ φοβερόν. ³καὶ ἐκεῖ τεθέαμαι ζ' ἀστέρας τοῦ οὐρανοί δεδεμένους καἰ έριμμένους ἐν αὐτῷ ὁμοῦ, ὁμοίους ὁράσει μεγάλῃ καὶ ἐν πῦρἱ καιομένους. 4 τότε εἶπον Διὰ ποίαν αἰτίαν ἐπεδέθησαν, καὶ διὰ ποίαν αἰτίαν ἐρίφησαν ὥδε; 5 καὶ εἰπέν μοι Οὐριήλ, ὸ εἰς τῶν ἁγίων ἀγγέλων ὸ μετʼ ἐμοῦ ὤν (καὶ αὐτὸς αὐτῶν ὴγεῖτο), καὶ εἰπέν μοιʼ Ενώχ, περὶ τίνος ἐρωτᾷς, ἡ περὶ τίνος τὴν ἀλήθειαν φιλοσπευδεῖς ; 6 οὔτοί εἰσιν τῶν ἀστέρων τοῦ οὐρανοῦ οἱ παραβάντες τὴν ἐπιταγήν τοῦ κυρίου, καὶ ἐδέθησαν ὦδε μέχρι πληρωθῆναι μύρια ἔτη, τὸν χρόνον τῶν ἁμαρτημάτων αὐτῶν.) [*]( Κἀκεῖθεν ἐφώδευσα εἰς ἄλλον τόπον τούτου φοβερώτερον, καὶ τεθέαμαι ἔργα φοβερά· πῦρ μέγα ἐκεῖ καιομενον καὶ φλεγομενον, καὶ διακοπὴν εἰχεν ὁ τόπος ἕως τῆς ἀβόσσου, πλήρης στύλων πυρὸς μεγάλων καταφερομένων· οὔτε X X 7 χερουβει P X XI 3 ορεσιν coniec Charles] ορασιν P)

805
ἠδυνήθην ἰδεῖν οὐδὲ εἰκάσαι.

8 τότε εἶπον Ὠς φοβερὸς ὁ τόπος καὶ [*](Ρ) ὡς δεινὸς τῇ ὁράσει.

⁹ τότε ἀπεκρίθη μοι ὁ εἶς τῶν ἁγίων ἀγγέλων ὂς μετʼ ἐμοῦ ἦν, καὶ εἶπέν μοι Ἑνώχ, διὰ τί ἐφοβήθης οὕτως καὶ ἐπτοήθης; καὶ ἀπεκρίθην Περὶ τούτου τοῦ φοβεροῦ καὶ περὶ τῆς προσόψεως τῆς δεινῆς.

10 καὶ εἶπεν Οὗτος ὁ τόπος δεσμωτήριον ἀγγέλων· ὦδε συνσχεθήσονται μέχρι αἰῶνος εἰς τὸν αἰῶνα.