Apocalypsis Enochi

Liber Enoch

The Old Testament in Greek, Volume 3. Swete, Henry Barclay. Cambridge: Cambridge University Press, 1905.

⁶καὶ ἵνα περὶ τούτων ἴδητε τὴν ἀπώλειαν τῶν υἱῶν ὑμῶν τῶν ἀγαπητῶν, καὶ ὅτι οὐκ ἔσται ὑμῖν ὄνησις αὐτῶν, ἀλλὰ πεσοῦνται ἐνώπιον ὑμῶν ἐν μαχαίρᾳ.

⁷καὶ ἡ ἐρώτησις ὑμῶν περὶ αὐτῶν οὐκ ἔσται οὐδὲ περὶ ὑμῶν· καὶ ὑμεῖς κλαίοντες καὶ δεόμενοι καὶ μὴρλαλοῦντες πᾶν ῥῆμα ἀπὸ τῆς γραφῆς ἧς ἔγραψα.

8 Καὶ ἐμοὶ ἐφʼ ὁράσει οὕτως ἐδείχθη· ἰδοὺ νεφέλαι ἐν τῇ ὁράσει ἐκάλουν καὶ ὁμίχλαι με ἐφώνουν, καὶ διαδρομαὶ τῶν ἀστέρων καὶ διαστραπαί με κατεσπούδαζον καὶ ἐθορύβαζόν με, καὶ ἄνεμοι ἐν τῇ ὁράσει μου ἐξεπέτασάν με

⁹καὶ ἐπῆράν με ἄνω καὶ εἰσήνεγκάν με εἰς τὸν οὐρανόν, καὶ εἰσῆλθον μέχρις ἤγγισα τείχους οἰκοδομῆς ἐν λίθοις χαλάζης καὶ γλώσσης πυρὸς κύκλῳ αὐτῶν· καὶ ἤρξαντο ἐκφοβεῖν με.

¹⁰Καὶ εἰσῆλθον εἰς τὰς γλώσσας τοῦ πυρός, καὶ ἤγγισα εἰς οἶκον μέγαν οἰκοδομημένον ἐν λίθοις χαλάζης, καὶ οἱ τοῖχοι τοῦ οἴκου ὡς λιθόπλακες, καὶ πᾶσαι ἦσαν ἐκ χιόνος, καὶ ἐδάφη χιονικά,