Apocalypsis Enochi

Liber Enoch

The Old Testament in Greek, Volume 3. Swete, Henry Barclay. Cambridge: Cambridge University Press, 1905.

ΛΟΓΟΣ εὐλογίας Ἑνώχ, καθὼς εὐλόγησεν ἐκλεκτοὺς δικαίους[*](P) οἶτινες ἔσονται εἰς ἡμέραν ἀνάγκης ἐξᾶραι πάντας τοὺς ἐχθρούς, καὶ σωθήσονται δίκαιοι.

⁰Καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν Ἑνώχ Ἄνθρωπος δίκαιός ἐστιν, ὅρασις ἐκ θεοῦ αὐτῷ ἀνεῳγμένη ἦν· ἔχων τὴν ὅρασιν τοῦ ἁγίου καὶ τοῦ οὐρανοῦ. ἔδειξέν μοι, καὶ ἁγιολόγων ἁγίων ἤκουσα ἐγώ, καὶ ὡς ἤκουσα παρʼ αὐτῶν πάντα καὶ ἔγνων ἐγὼ θεωρῶν· καὶ οὐκ ἐς τὴν νῦν γενεὰν διενοούμην, ἀλλὰ ἐπὶ πόρραυ οὗσαν ἐγὼ λαλῶ.

3Καὶ περὶ τῶν ἐκλεκτῶν νῦν λέγω καὶ περὶ αὐτῶν ἀνέλαβον τὴν παραβολήν μου. καὶ ἐξελεύσεται ὁ ἄγιός μου ὁ μέγας ἐκ τῆς κατοικήσεως αὐτοῦ,

⁴καὶ ὁ θεὸς τοῦ αἰῶνος ἐπὶ γῆν πατήσει ἐπὶ τὸ Σεινὰ ὄρος καὶ φανήσεται ἐκ τῆς παρενβολῆς αὐτοῦ, καὶ φανήσεται ἐν τῇ δυνάμει τῆς ἰσχύος αὐτοῦ ἀπὸ τοῦ οὐρανοῦ τῶν οὐρανῶν.