Libros quinque adversus haereses
Irenaeus, Saint, Bishop of Lyon
Irenaeus. Libros quinque adversus haereses, Volumes 1-2. Harvey, W. Wigan, editor. Cambridge: Cambridge, 1857.
3. Τὸ δέλτα στοιχεῖον γράμματα ἐν ἑαυτῷ ἔχει πέντε, αὐτὸ δὲ τὸ δέλτα, καὶ τὸ1 ει, καὶ τὸ λάμβδα, καὶ τὸ ταῦ, καὶ τὸ ἄλφα· καὶ ταῦτα πάλιν τὰ γράμματα δἰ ἄλλων γράφεται γραμμάτων, καὶ τὰ ἄλλα δἰ ἄλλων. Εἰ οὖν ἡ πᾶσα ὑπόστασις τοῦ δέλτα εἰς ἄπειρον ἐκπίπτει, ἀεὶ ἄλλων ἄλλα γράμματα γεννώντων, καὶ διαδεχομένων ἄλληλα, πόσῳ μᾶλλον ἐκείνου τοῦ στοιχείου μεῖζον εἶναι τὸ πέλαγος τῶν γραμμάτων; Καὶ εἰ τὸ ἓν γράμμα οὕτως ἄπειρον, ὅρα ὅλου τοῦ ὀνόματος τὸν βυθὸν τῶν γραμμάτων, ἐξ ὧν τόν προπάτορα Μάρκου Σιγὴ συνεστάναι ἐδογμάτισε. 2Διὸ καὶ τὸν Πατέρα ἐπιστάμενον τὸ ἀχώροτον αὑτοῦ, δεδωκέναι τοῖς στοιχείοις, ἃ καὶ Αἰῶνας καλεῖ, ἑνὶ ἑκάστῳ αὐτῶν τὴν
4. Ταῦτα δὲ σαφηνίσασαν αὐτῷ τὴν τετρακτὺν εἰπεῖν· 1θέλω δέ σοι καὶ αὐτὴν ἐπιδεῖξαι τὴν Ἀλήθειαν. Κατήγαγον [*](M. 69.) γὰρ αὐτὴν ἐκ τῶν ὕπερθεν δωμάτων, ἵν᾿ ἐσίδῃς αὐτὴν γυμνὴν, καὶ καταμάθοις H. καταμάθῃς τὸ κάλλος αὐτῆς· ἀλλὰ καὶ ἀκούσῃς αὐτῆς λαλούσης, καὶ θαυμάσῃς τὸ φρόνημα αὐτῆς. Ὅρα οὖν κεφαλὴν ἄνω, τὸ ἄλφα καὶ τὸ ω, H. τὸ [*](G. 66.) πρῶτον ἄλφα ω τράχηλον δὲ β καὶ ψ, ὤμους ἅμα χερσὶ γ καὶ χ. στήθι δ καὶ φ, διάφραγμα H. φράγμα ε καὶ υ, νῶτον H. κοιλίαν ζ καὶ τ, κοιλίαν H. αἰδοία η καὶ σ, μηροὺς θ καὶ ρ, γόνατα ι καὶ π, κνήμας κ καὶ ο, σφυρὰ λ καὶ ξ, πόδας μ καὶ ν. Τοῦτό ἐστι τὸ σῶμα τῆς κατὰ τὸν μάγον Ἀληθείας· τοῦτο τὸ σχῆμα τοῦ στοιχείου, οὗτος ὁ χαρακτὴρ τοῦ γράμματος. Καὶ καλεῖ τὸ στοιχεῖον τοῦτο 2Ἄνθρωπον· εἶναί τε πηγήν φησιν αὐτὸ παντὸς λόγου, καὶ
5. Ταῦτα δὲ ταύτης εἰπούσης, προσβλέψασαν αὐτῷ [*](Hipp. Philo vi. 45.) τὴν Ἀλήθειαν, καὶ ἀνοίξασαν τὸ στόμα λαλῆσαι λόγον· τὸν δὲ λόγον ὄνομα γενέσθαι, καὶ τὸ ὄνομα γενέσθαι H. οἶναι τοῦτο, ὃ γινώσκομεν καὶ λαλοῦμεν, Χριστὸν Ἰησοῦν· ὃ καὶ ὀνομάσασαν αὐτὴν παῤ αὐτῇ H. παραυτίκα σιωπῆσαι, καὶ σιωπήν. Προσδοκῶντος δὲ τοῦ Μάρκου πλεῖόν τι μέλλειν αὐτὴν λέγειν, πάλιν ἡ τετρακτὺς παρελθοῦσα εἰς τὸ μέσον, φησίν· ὡς εὐκαταφρόνητον ἡγήσω τὸν λόγον, ὃν ἀπὸ στομάτων τῆς Ἀληθείας ἤκουσας· οὐ τοῦθʼ, ὅπερ οἶδας καὶ δοκοῖς, παλαιόν H. δοκεῖς ἔχει, πάλαι ἐστιν ὄνομα· φωνὴν γὰρ μόνον ἔχεις αὐτοῦ, τὴν δὲ δύναμιν ἀγνοεῖς. Ἰνσοῦς μὲν γάρ ἐστιν 1ἐπίσημον ὄνομα, ἓξ ὢν H. l. ἔχον γράμματα, ὑπὸ πάντων 2τῶν τῆς κλήσεως γινωσκόμενον. Τὸ [*](M. 70.)
6. Ταῦτ᾿ οὖν τὰ παῤ ὑμῖν εἰκοσιτέσσαρα γράμματα ἀποῤῥοίας ὑπάρχειν γίνωσκε τῶν τριῶν δυνάμεων εἰκονικὰς, τῶν περιεχουσῶν H. habet ἐμπεριεχουσῶν τὸν ὅλον τῶν ἄνω στοιχείων τὸν ἀριθμόν. Τὰ μὲν γὰρ ἄφωνα γράμματα ἐννέα νόμισον εἶναι τοῦ Πατρὸς καὶ τῆς Ἀληθείας, διὰ τὸ ἀφώνους αὐτοὺς εἶναι, τουτέστιν ἀῤῥήτους καὶ ἀνεκλαλήτους. Τὰ δὲ ἡμίφωνα ὀκτὼ, ὄντα τοῦ Λόγου καὶ τῆς Ζωῆς, διὰ τὸ μέσα ὥσπερ ὑπάρχειν τῶν τε ἀφώνων καὶ τῶν φωνηέντων· καὶ ἀναδέχεσθαι τῶν μὲν ὕπερθεν τὴν ἀπόῤῥοιαν, τῶν δ᾿ ὑπὲρ αὐτὴν H. l. ὑπ᾿ αὐτὰ τὴν 2ἀναφοράν. Τὰ δὲ φωνήεντα καὶ αὐτὰ ἑπτὰ ὄντα τοῦ Ἀνθρώπου καὶ τῆς Ἐκκλησίας, ἐπεὶ διὰ τοῦ Ἀνθρώπου φωνὴ προελθοῦσα, ἐμόρφωσε G. 67. τὰ ὅλα. Ὁ γὰρ ἦχος τῆς φωνῆς 3μορφὴν αὐτοῖς περιεποίησεν.