Libros quinque adversus haereses

Irenaeus, Saint, Bishop of Lyon

Irenaeus. Libros quinque adversus haereses, Volumes 1-2. Harvey, W. Wigan, editor. Cambridge: Cambridge, 1857.

15. Ταῦτα δὴ ὑπὲρ τὸ ἰοὺ, καὶ τὸ φεῦ, καὶ ὑπὲρ τὸ τὴν πᾶσαν τραγικὴν φώνησιν καὶ σχετλιασμόν ἐστι. Τίς γὰρ οὐκ ἂν μισήσειε τῶν τηλικούτων ψευσμάτων κακοσύνθετον ποιητὴν, τὴν μὲν Ἀλήθειαν ὁρῶν εἴδωλον ὑπὸ Μάρκου γεγονυῖαν, καὶ τοῦτο τοῖς τοῦ ἀλφαβήτου γράμμασι κατεστιγμένην. 2Νεωστὶ, πρὸς ὡς τὸ ἀπʼ ἀρχῆς, τὸ δὴ λεγόμενον χθὲς καὶ πρώην, Ἕλληνες ὁμολογοῦσιν 3ἀπὸ Κάδμου πρῶτον ἓξ καὶ δέκα παρειληφέναι, εἶτα μετέπειτα προβαινόντων τῶν

153
χρόνων αὐτοὶ ἐξευρηκέναι ποτὲ μὲν τὰ δασέα, ποτὲ δὲ τὰ [*](LIB. I. viii. 15. GR. I. xii. 4. MASS. I. xv. 4.) διπλᾶ· ἔσχατον δὲ πάντων Παλαμήδην φασὶ τὰ μακρὰ τούτοις προστεθεικέναι· πρὸ τοῦ οὖν Ἕλλησι ταῦτα γενέσθαι, οὐκ ἦν Ἀλήθεια· τὸ γὰρ σῶμα αὐτῆς κατά σε, Μάρκε, μεταγενέστερον [*](G. 75.) μὲν Κάδμου, καὶ τῶν πρὸ αὐτοῦ· μεταγενέστερον δὲ τῶν τὰ λοιπὰ προστεθεικότων στοιχεῖα· μεταγενέστερον δὲ καὶ σαυτοῦ· σὺ γὰρ μόνον εἔδωλον κατήγαγες τὴν ὑπό σου λεγομένην Ἀλήθειαν.

16. Τίς δ᾿ ἀνέξεταί σου τὴν τοσαῦτα φλυαροῦσαν Σιγὴν,

154
[*](LIB. I. viii. 16. GR. I. xii. 4. MASS. I. xv. 6.) ἣ τὸν ἀνονόμαστον ὀνομάζει, καὶ τὸν ἄῤῥητον ἐξηγεῖται, καὶ [*](M. 79.) τὸν ἀνεξιχνίαστον ἐξιστορεῖ· καὶ ἠνοιχέναι τὸ στόμα φησὶν αὐτὸ l. αὐτὸν, ὃν ἀσώματον καὶ ἀνείδεον λέγεις· καὶ προενέγκασθαι Λόγον, ὡς ἓν τι τῶν συνθέτων ζώων· τόν τε Λόγον αὐτοῦ ὅμοιον ὄντα τῷ προβαλόντι, καὶ μορφὴν τοῦ ἀοράτου γεγονότα, στοιχείων μὲν εἶναι τριάκοντα, συλλαβῶν δὲ τεσσάρων; Ἔσται οὖν κατὰ τὴν ὁμοιότητα τοῦ Λόγου ὁ Πατὴρ τῶν πάντων, ὡς σὺ φὴς, στοιχείων μὲν τριάκοντα, συλλαβῶν δὲ τεσσάρων. Ἢ πάλιν τίς ἀνέξεταί σου εἰς σχήματα καὶ ἀριθμοὺς, ποτὲ μὲν τριάκοντα, ποτὲ δὲ εἰκοσιτέσσαρα, ποτὲ δὲ ἓξ μόνον, συγκλείοντος τὸν τῶν πάντων κτιστὴν, καὶ δημιουργὸν, καὶ ποιητὴν Λόγον τοῦ Θεοῦ· κατακερματίζοντος αὐτὸν εἰς συλλαβὰς μὲν τέσσαρας, στοιχεῖα δὲ τριάκοντα· καὶ τὸν πάντων Κύριον τὸν ἐστερεωκότα τοὺς οὐρανοὺς, εἰς ω π η κατάγοντος ἀριθμὸν, ὁμοίως τῷ ἀλφαβήτῳ αὐτὸν γεγονότα l. ἀλφ. γεγ. καὶ αὐτὸν π. χ. π., πάντα χωροῦντα Πατέρα, ἀχώρητον δὲ ὑπάρχοντα, εἰς τετράδα, καὶ ὀγδοάδα,
155
καὶ δεκάδα, καὶ δωδεκάδα ὑπομερίζοντος, καὶ διὰ τῶν τοιούτων [*](LIB. I. viii. 16. GR. I. xii. 4. MASS. I. xv. 5.) πολυπλασιασμῶν, τὸ ἄῤῥητον καὶ ἀνεννόητον, ὡς σὺ φὴς, τοῦ Πατρὸς ἐκδιηγουμένου; Καὶ ὃν ἀσώματον καὶ ἀνούσιον ὀνομάζεις, τὴν τούτου οὐσίαν καὶ τὴν ὑπόστασιν ἐκ πολλῶν γραμμάτων, ἑτέρων ἐξ ἑτέρων γεννωμένων, κατασκευάζεις, αὐτὸς Δαίδαλος ψευδὴς, καὶ τέκτων κακὸς γενόμενος τῆς προπανυπερτάτου δυνάμεως· καὶ ἣν ἀμέριστον φὴς εἶναι, εἰς ἀφώνους, καὶ φωνήεντας, καὶ ἡμιφώνους φθόγγους ὑπομερίζων· τὸ ἄφωνον αὐτῶν τῷ τῶν πάντων Πατρὶ, καὶ τῇ τοῦ υἱοῦ l. τούτου ἐννοίᾳ ἐπιψευδόμενος, εἰς τὴν ἀνωτάτω βλασφημίαν [*](M. 90.) καὶ μεγίστην ἀσέβειαν ἐμβέβληκας ἅπαντας τούς σοι πειθομένους.

17. Διὸ καὶ δικαίως καὶ ἀρμοζόντως τῇ τοιαύτῃ σου [*](G. 76.) τόλμῃ ὁ 2θεῖος πρεσβύτης καὶ κήρυξ τῆς ἀληθείας ἐμμέτρως ἐπιβεβόηκέ σοι, εἰπὼν οὕτως·

  • 3Εἰδωλοποιὲ, Μάρκε, καὶ τερατοσκόπε,
  • Ἀστρολογικῆς ἔμπειρε καὶ μαγικῆς τέχνης
  • 156
    [*](LIB. I. viii. 17. GR. I. xii. 4. MASS. I. xv. 6.)
  • Δἰ ὦκ κρατύνεις τῆς πλάνης τά διδάγματα,
  • Σημεῖα δεικνὺς τοῖς ὑπό σου πλανωμένοις,
  • Ἀποστατικῆς δυνάμεως ἐγχειρήματα,
  • 1Ἃ σὺ χορηγεῖς ὡς πατὴρ Σατανᾶ, εἰ
  • Δἰ ἀγγελικῆς δυνάμεως 2Ἀζαζὴλ ποιεῖν
  • Ἔχων σε πρόδρομον ἀντιθέοι πανουργίας.
  • Καὶ ταῦτα μὲν ὁ θεοφιλὴς πρεσβύτης. Ἡμεῖς δὲ τὰ λοιπὰ τῆς μυσταγωγίας αὐτῶν, μακρὰ ὄντα, πειρασόμεθα βραχέως διεξελθεῖν, καὶ 3τὰ πολλῷ χρόνῳ κεκριμένα εἰς φανερὸν ἀγαγεῖν· οὕτω γὰρ ἂν γένοιτο εὐέλεγκτα πᾶσι.