Libros quinque adversus haereses

Irenaeus, Saint, Bishop of Lyon

Irenaeus. Libros quinque adversus haereses, Volumes 1-2. Harvey, W. Wigan, editor. Cambridge: Cambridge, 1857.

3. Eἰ καὶ ἐπὶ τῶν τῆς κτίσεως ἔνια μὲν ἀνάκειται τῷ [*](Joh. Damasc. Parall. Halloix. i.c.) Θεῷ, ἔνια δὲ καὶ εἰς γνῶσιν ἐλήλυθε τὴν ὑμετέραν, τί χαλε εἰ καὶ τῶν ἐν ταῖς γραφαῖς ζητουμένων, ὅλων τῶν γραφῶν πνευματικῶν οὐσῶν, ἔνια μὲν ἐπιλύομεν κατὰ χάριν Θεοῦ, ἔνια δὲ 2 ἀνακείσεται τῷ Θεῷ, καὶ οὐ μόνον αἰῶνι ἐν τῷ νυνὶ ἀλλὰ καὶ ἐν τῷ μέλλοντι· ἵνα ἀεὶ μὲν ὁ Θεὸς διδάσκῃ, ἄνθρωπος δὲ διὰ παντὸς μανθάνῃ παρὰ Θεοῦ;

352

4. Εἰ οὗν καθʼ ὃν εἰρήκαμεν τρόπον, ἔνια τῶν ζητημάτων ἀναθήσωμεν τῷ Θεῷ, καὶ τὴν πίστιν ἡμῶν διαφυλάξομεν. καὶ ἀκίνδυνοι διαμενοῦμεν, καὶ πᾶσα γραφὴ δεδομένη ἡμῖν ἀπὸ Θεοῦ σύμφωνος ἡμῖν εὑρεθήσεται, καὶ αἱ παραβολαὶ τοῖς διαῤῥήδην εἰρημένοις συμφωνήσουσι, καὶ τὰ φανερῶς εἰρημένα ἐπιλύσει τὰς παραβολὰς, καὶ διὰ τῆς τῶν λέξεων πολυφωνίας ἓν σύμφωνον μέλος ἐν ἡμῖν αἰσθήσεται---

360
[*](Joh. Damasc. Parall. Lequien. ii. 422. Halloix. v. Iren.) Φύσεως κρείττων ὁ Θεὸς, καὶ παῤ αὐτῷ τὸ θέλειν, ὅτι ἀγαθός ἐστι· καὶ τὸ δύνασθαι, ὅτι δυνατός· καὶ τὸ ἐπιτελέσαι, ὅτι εὔπορος ---