Libros quinque adversus haereses

Irenaeus, Saint, Bishop of Lyon

Irenaeus. Libros quinque adversus haereses, Volumes 1-2. Harvey, W. Wigan, editor. Cambridge: Cambridge, 1857.

1. ΔΙΑΔΕΞΑΜΕΝΟΣ δὲ αὐτὸν Μαρκίων ὁ Ποντικὸς ηὔξησε τὸ διδασκαλεῖον, ἀπηρυθριασμένως βλασφημῶν.

220
[*](LIB. I. xxvi. 1. GR. 1. xxx. MASS. I. xxviii. 1.)

Ἀπὸ Σατορνίνου καὶ Μαρκίωνος οἱ καλούμενοι ἐγκρατεῖς, [*](M. 107.) ἀγαμίαν ἐκήρυξαν, 1 ἀθετοῦντες τὴν ἀρχαίαν πλάσιν τοῦ θεοῦ, καὶ ἠρέμα κατηγοροῦντες τοῦ ἄῤῥεν καὶ θῆλυ εἰς γένεσιν [*](Eus. H. E. iv. 29.) ἀνθρώπων πεποιηκότος· καὶ τῶν λεγομένων παῤ αὐτοῖς ἐμ ψύχων ἀποχὴν εἰσηγήσαντο, ἀχαριστοῦντες τῷ πάντα πεποιηκότι Θεῷ. Ἀντιλέγουσί τε τῇ τοῦ πρωτοπλάστου σωτηρία· καὶ τοῦτο νῦν ἐξευρέθη παῤ αὐτοῖς. 2 Τατιάνου τινὸς πρώτως ταύτην εἰσενέγκαντος τὴν βλασφημίαν· ὃς Ἰουστίνου ἀκροατὴς γεγονὼς, ἐφόσον μὲν συνῆν ἐκείνῳ, οὐδὲν ἐξέφηνε τοιοῦτον· μετὰ δὲ τὴν ἐκείνου μαρτυρίαν ἀποστὰς [*](G. 106.) τῆς Ἐκκλησίας, οἰήματι διδασκάλου ἐπαρθεὶς καὶ τυφωθεὶς ὡς διαφέρων τῶν λοιπῶν, ἴδιον χαρακτῆρα διδασκαλείου συνεστήσατο· Αἰῶνάς τινας ἀοράτους ὁμοίως τοῖς ἀπὸ Οὐαλεντίνου μυθολογήσας· τὸν γάμον τε φθορὰν καὶ πορνείαν παραπλησίως Μαρκίωνι καὶ Σατορνίνῳ ἀναγορεύσας· τῇ δὲ τοῦ Ἀδὰμ σωτηρία παῤ ἑαυτοῦ 3 τὴν αἰτιολογίαν ποιησάμενος.

221

Ἐκ τῶν Βαλεντίνου ι. Σίμωνος σπερμάτων τὸ τῶν Βαρβηλιωτῶν, ἤγουν Βορβοριανῶν, Ναασσινῶν, ἢ Στρατιωτικῶν,

222
[*](LIB. I. xxvii. 1. GR. xxxiii. MASS. I. xxix. 1.) ἢ Φημιονιτῶν καλουμένων ἐβλάστησε μῦσος. Ὑπέθεντο G. γὰρ Αἰῶνα τινὰ ἀνώλεθρον ἐν παρθενικῷ διάγοντι πνεύματι ὁ Βαρβηλὼθ ὀνομάζουσι --- Τὴν δὲ Βαρβηλὼθ ι. Ἔννοιαν αἰτῆσαι Πρόγνωσιν παῤ αὐτοῦ. Προελθούσης δὲ ταύτης. εἶτ᾿  αὖθις αἰτησάσης, προελήλυθεν Ἀφθαρσία, ἔπειτα Αἰωνία Ζωή. Εὐφρανθεῖσαν δὲ τὴν Βαρβηλὼθ ---  ἐγκύμονα γενέσθαι, καὶ ἀποτεκεῖν τὰ Φῶς--- Τοῦτό φασι, τῇ τοῦ Πνεύματος 1χρισθὲν τελειότητι --- ὀνομασ θῆναι Χριστὸν, οὗτος πάλιν ὁ Χριστὸς ἐπήγγειλεν Νοῦν  --- καὶ ἔλαβεν f. ι. προεβάλετο. Ὁ δὲ Πατὴρ προστέθεικε καὶ Λόγον. Εἶτα συνεζύγησαν Ἔννοια καὶ Λόγος, Ἀφθαρσία καὶ Χριστὸς, Ζωὴ Αἰωνία καὶ τὸ Θέλημα, ὁ Νοῦς καὶ ἡ Πρόγνωσις --- Ἔπειτα πάλιν
223
ἐκ τῆς Ἐννοίας καὶ τοῦ Λόγου προβληθῆναί φασι τὸν [*](LIB. I. xxvii. 1. GR. I. xxxiii. MASS. I. xxix. 2.) Αὐτογενῆ --- καὶ σὺν αὐτῷ τὴν Ἀλήθειαν· καὶ γενέσθαι πάλιν συζυγίαν ἑτέραν Αὐτογενοῦς καὶ Ἀληθείας ---
224
[*](LIB. I. xxvii. 1. GR. I. xxxiii. MASS. I. xxix. 3.) Τὸν δὲ Αὐτογενῆ φασι προβαλέσθαι Ἄνθρωπον τέλειον καὶ ἀληθῆ, ὃν καὶ 1 Ἀδάμαντα καλοῦσι --- προβεβλῆσθαι δὲ σὺν αὐτῷ καὶ ὁμόζυγα 2 Γνῶσιν τελείαν. Ἐντεῦθεν πάλιν ἀναδειχθῆναι μητέρα, πατέρα, καὶ υἱόν· ἐκ δὲ τοῦ Ἀνθρώπου καὶ τῆς Γνώσεως βεβλαστηκέναι 2 Ξύλον· Γνῶσιν δὲ καὶ τοῦτο προσαγορεύουσιν.

225

2. Ἐκ δὲ τοῦ πρώτου ἀγγέλου προβληθῆναι λέγουσι [*](LIB. I. xxvii. 2. GR. I. xxxiii. MASS. I. xxix. 4.) Πνεῦμα ἅγιον, ὁ Σοφίαν καὶ 1 Προύνικον προσηγόρευσαν. Ταύτην φασὶν --- ἐφιεμένην ὁμόζυγος ---ἔργον ἀποκυῆσαι,

226
[*](LIB. I. xxvii. 2. GR. I. xxxiii. MASS. I. xxix. 4.) ἐν ἦν Ἄγνοια καὶ Αὐθάδεια· τὸ δὲ ἔργον τοῦτο, Πρωτάρκαλοῦσι, καὶ αὐτὸν εἶναι λέγουσι τῆς κτίσεως ποιητήν. --- Τοῦτον δὲ τῇ Αὐθαδείᾳ συναφθέντα, τὴν Κακίαν ἀπογεννῆσαι, καὶ τὰ ταύτης μόρια.

1. ΟΙ δὲ Σηθιανοὶ οὓς Ὀφιανοὺς ἢ Ὀφίτας τίνες ὀνομάζουσιν, [*](Theod. H. Fab. I.14.) Ἄνθρωπον καλοῦσι τὸν τῶν ἁπάντων Θεὸν, φῶς

227
[*](Hipp. Philos. vi. 53.) αὐτὸν πάλιν ἐπονομάζοντες, καὶ μακάριον καὶ ἄφθαρτον ἀποκαλοῦντες, [*](LiB. I. xxviii. 1. GR. 1. xxxiv. MASS. I. xxx. 1.) καὶ ἐν Βυθῷ τὴν οἴκησιν ἔχειν διαβεβαιούμενοι. Τὴν δὲ 1 Ἔννοιαν αὐτοῦ --- Υἱὸν Ἀνθρώπου καλοῦσι, καὶ δεύτερον Ἄνθρωπον. Μετὰ δὲ τοῦτον ὑπάρχειν τὸ ἅγιον Πνεῦμα· κάτω δὲ τούτων --- τέσσαρα στοιχεῖα, ὕδωρ, σκότος, ἄβυσσον, χάος· θῆλυ δὲ τὸ Πνεῦμα καλοῦσι, καὶ τοῖς στοιχείοις ἐπιφέρεσθαι. Ἐρασθῆναι δέ φασι τὸν πρῶτον Ἄνθρωπον, καὶ τὸν δεύτερον, τῆς ὥρας τοῦ Πνεύματος ---καὶ φῶς --- ὁ καλοῦσι Χριστόν --- μὴ δυνηθεῖσαν δὲ βαστάσαι τὴν θήλειαν τοῦ φωτὸς τὴν ὑπερβολὴν ---
228
[*](LIB. I. xxviii. 1. GR. I. xxxiv. MASS. I. xxx. 2.) ὑπερβλύσαι ---καὶ τὸν μὲν Χριστὸν --- σὺν τῇ μητρὶ εἰς τὸν ἄφθαρτον ἀνασπασθῆναι Αἰῶνα, ἣν καὶ ἀληθινὴν ἐκκλησίαν καλοῦσι---

2. Τὴν δὲ ἀναβλυσθεῖσαν τοῦ φωτὸς ἰκμάδα .. ἐκπεσεῖν κάτω φασι --- καὶ κληθῆναι Σοφίαν καὶ Προύνικον καὶ Ἀῤῥενόθηλυν. Διανηχομένην δὲ ἐν τοῖε 1 ὕδασι --- προσλαβεῖν μὲν ἐξ αὐτῶν σῶμα --- καὶ βαρυνθῆναι, καὶ ὑποβρύχιον κινδυνεῦσαι

229
γενέσθαι --- ἀναδύναι δὲ, καὶ ἐκ τοῦ περικειμένου [*](LIB. I. xxviii. 2. GR. I. xxxiv. MASS. I. xxx. 3.) σάματος κατασκευάσθαι τὸν οὐρανόν --- Ἐκεῖνον δὲ υἱὸν τοῦ Προυνίκου καλοῦσι --- Κᾀκεῖνος δὲ πάλιν ἄλλον υίὸν προεβάλετο  --- καὶ ἐξ ἐκείνου συστῆναι λέγουσιν ἕτερον --- καὶ μέχρι τοῦ ἑπτὰ ἀριθμοῦ προβῆναι τὰς προβολάς.

230
[*](LIB. I. xxviii. 2. GR. I. xxxiv. MASS. I. xxx. 4.)

3. Ὑφ᾿  ἑκάστου δὲ τούτων ἕνα οὐρανὸν δημιουργηθῆναι, ἕκαστον οἰκεῖν τὸν οἰκεῖον --- Διαστασιάσαι δέ φασι τοὺς

232
[*](LIB. I. xxviii. 3. GR. 1. xxxiv. MASS. I. xxx. 5.) ἄλλους πρὸς τὸν πρῶτον --- τὸν δὲ ἀθυμήσαντα, εἰς τὴν τρύγα τῆς ὕλης ἐρεῖσθαι f. ι. ἐρείδεσθαι τὴν ἔννοιαν, καὶ γεννῆσαι υἱὸν --- 1 ὀφιόμορφον ἐξ αὐτῆς --- εἶτα καυχώμενον --- εἰπεῖν, Ἐγὼ Θεὸς καὶ Πατὴρ, καὶ ὑπὲρ ἐμὲ οὐδείς. Τὴν δὲ μητέρα δυσ χεράνασαν ἐπιβοῆσαι αὐτῷ, Μὴ ψεύδου· ἔστι γὰρ ὑπὲρ σὲ Πατὴρ ἁπάντων, πρῶτος Ἄνθρωπος
233
suppl. καὶ Ἄνθρωπος Υἱὸς Ἀνθρώπου --- Τούτων δέ φησιν [*](LIB. I. xxviii. 3. GR. I. xxxiv. MASS. I. xxx. 6.) ἀκούσας τῶν λόγων τοῦ ὄφεως ὁ Πατὴρ ἔφη, Δεῦτε ποιήσωμεν ἄνθρωπον κατ᾿  εἰκόνα ἡμῶν.

241

9. Ἄλλοι δὲ, οὓς Κοϊνοὺς ὀνομάζουσι καὶ τὸν Κάϊν [*](Theod. H. Fab. i. 15.) φασὶν ἐκ τῆς ἄνωθεν αὐθεντίας λελυτρῶσθαι, καὶ τὸν Ἠσαῦ. καὶ τὸν Κορὲ, καὶ τοὺς Σοδομίτας, καὶ πάντας δὲ τοὺς τοιούτους, συγγενεῖς ἰδίους ὁμολογοῦσι. Καὶ τούτους ὑπὸ μὲν τοῦ ποιητοῦ μισηθῆναι, μηδεμίαν δὲ βλάβην εἰσδέξασθαι·

242
[*](LIB. I. xxviii. 9. GR. I. xxxv. MASS. I. xxxi. I.) ἡ γὰρ σοφία ὅπερ εἶχεν ἐν αὐτοῖς ἀνήρπασεν ἐξ αὐτῶν. Καὶ τὸν προδότην δὲ Ἰούδαν μόνον ἐκ πάντων τῶν ἀποδοὺς στόλων ταύτην ἐσχηκέναι τὴν γνῶσιν φασὶ, καὶ διὰ τοῦτο τὸ τῆς προδοσίας ἐνεργῆσαι μυστήριον. Προφέρουσι δὲ 2 ---
331
καὶ πάντες οἱ πρεσβύτεροι μαρτυροῦσιν, οἱ κατὰ τὴν Ἀσίαν [*](Euseb. H. E. iii. 25.) Ἰωάννῃ τῷ τοῦ Κυρίου μαθητῇ 2 συμβεβληκότες, 3 παραδεδωκέναι 4ταῦτα τὸν Ἰωάννην. Παρέμεινε γὰρ αὐτοῖς μέχρι τῶν 5 Τραϊανοῦ χρόνων.

345
[*](LIB. II. xxxix. I. GR. II. xiv. MASS. II. xxvi. I.)[*](M. 154. G. 170.)

Ἄμεινον καὶ συμφορώτερον, ἰδιέτας καὶ ὀλιγομαθεῖς [*](Joh. Damasc. Parall. ed. Lequien. ii. 572.) ὑπάρχειν, καὶ διὰ τῆς ἀγάπης πλησίον γενέσθαι τοῦ Θεοῦ, πολυμαθεῖς καὶ ἐμπείρους δοκοῦντας εἶναι, βλασφήμους εἰς τὸν ἑαυτῶν εὑρίσκεσθαι δεσπότην.

347

1. Ὁ ὀγιὴς νοῦς, καὶ ἀκίνδονος, καὶ εὐλαβὴς, καὶ φιλαληθὴς, [*](Joh. Damasc. Parall. Hailoix. vi Iren.) ὅσα μὲν ἐν τῇ τῶν ἀνθρώπων ἐξουσίᾳ δέδωκεν ὁ Θεὸς, καὶ ὑποτέταχε τῇ ἡμετέρα γνώσει, ταῦτα προθύμως ἐκμελετήσει, καὶ ἐν αὐτοῖς προκόψει, διὰ τῆς καθημερινῆς ἀσκήσεως ῥᾳδίαν τὴν μάθησιν ἑαυτῷ ποιούμενος. Ἔστι δὲ ταῦτα, τά τε ὑπʼ ὄψιν πίπτοντα τὴν ἡμετέραν, καὶ ὅσα φανερῶς καὶ ἀναμφιβόλως αὐτολεξεὶ ἐν ταῖς θείαις γραφαῖς λέλεκται.

351

3. Eἰ καὶ ἐπὶ τῶν τῆς κτίσεως ἔνια μὲν ἀνάκειται τῷ [*](Joh. Damasc. Parall. Halloix. i.c.) Θεῷ, ἔνια δὲ καὶ εἰς γνῶσιν ἐλήλυθε τὴν ὑμετέραν, τί χαλε εἰ καὶ τῶν ἐν ταῖς γραφαῖς ζητουμένων, ὅλων τῶν γραφῶν πνευματικῶν οὐσῶν, ἔνια μὲν ἐπιλύομεν κατὰ χάριν Θεοῦ, ἔνια δὲ 2 ἀνακείσεται τῷ Θεῷ, καὶ οὐ μόνον αἰῶνι ἐν τῷ νυνὶ ἀλλὰ καὶ ἐν τῷ μέλλοντι· ἵνα ἀεὶ μὲν ὁ Θεὸς διδάσκῃ, ἄνθρωπος δὲ διὰ παντὸς μανθάνῃ παρὰ Θεοῦ;

352

4. Εἰ οὗν καθʼ ὃν εἰρήκαμεν τρόπον, ἔνια τῶν ζητημάτων ἀναθήσωμεν τῷ Θεῷ, καὶ τὴν πίστιν ἡμῶν διαφυλάξομεν. καὶ ἀκίνδυνοι διαμενοῦμεν, καὶ πᾶσα γραφὴ δεδομένη ἡμῖν ἀπὸ Θεοῦ σύμφωνος ἡμῖν εὑρεθήσεται, καὶ αἱ παραβολαὶ τοῖς διαῤῥήδην εἰρημένοις συμφωνήσουσι, καὶ τὰ φανερῶς εἰρημένα ἐπιλύσει τὰς παραβολὰς, καὶ διὰ τῆς τῶν λέξεων πολυφωνίας ἓν σύμφωνον μέλος ἐν ἡμῖν αἰσθήσεται---

360
[*](Joh. Damasc. Parall. Lequien. ii. 422. Halloix. v. Iren.) Φύσεως κρείττων ὁ Θεὸς, καὶ παῤ αὐτῷ τὸ θέλειν, ὅτι ἀγαθός ἐστι· καὶ τὸ δύνασθαι, ὅτι δυνατός· καὶ τὸ ἐπιτελέσαι, ὅτι εὔπορος ---

362
[*](Munter. Fragm. Patr. Gr. Fasc. I. p. 54)

5 Οὐκ ἐν τῷ λέγειν, ἀλλ᾿ ἐν τῷ εἶναι ὁ κρείττων δείκνυσθαι ὀφείλει f. l. φιλεῖ.

370
[*](Euseb. H. E. v. 7. Niceph. H. E. iv. 13.) Τοσοῦτον δὲ ἀποδέουσι τὸν νεκρὸν ἐγεῖραι, καθὼς ὁ Κύριος ἤγειρε, καὶ οἱ ἀπόστολοι διὰ προσευχῆς, καὶ ἐν τῇ ἀδελφότητι πολλάκις διὰ τὸ ἀναγκαῖον, τῆς κατὰ τόπον ἐκκλησίας πάσης αἰτησαμένης μετὰ νηστείας πολλῆς καὶ λιτανείας, ἐπέστρεψε τὸ πνεῦμα τοῦ τετελελευτηκότος, καὶ ἐχαρίσθη ὁ ἄνθρωπος ταῖς εὐχαῖς τῶν ἁγίων ---

374
[*](Kuseb. H. E. v. 7 Niceph. H. E. iv. 13.)

3. Εἰ δὲ καὶ τὸν κύριον φαντασιωδῶς τὰ τοιαῦτα πεποιηκέναι ποιηκέναι φήσουσιν, ἐπὶ τὰ προφητικὰ ἀνάγοντες αὐτοὺς, ἐξ αὐτῶν ἐπιδείξομεν, πάντα οὕτως περὶ αὐτοῦ καὶ προειρῆσθαι, καὶ γεγονέναι βεβαίως, καὶ αὐτὸν μόνον εἶναι τὸν υἱὸν τοῦ Θεοῦ. Διὸ καὶ ἐν τῷ ἐκείνου ὀνόματι οἱ ἀληθῶς αὐτοῦ μαθηταὶ, παρ᾿ αὐτοῦ λαβόντες τὴν χάριν, ἐπιτελοῦσιν ἐπʼ εὐεργεσίᾳ

375
τῇ τῶν λοιπῶν ἀνθρώπων, καθὼς εἷς ἕκαστος αὐτῶν τὴν δωρεὰν [*](LIB. II. xitx. 3. GR. II. lvii. MASS. II. xxxii. 4.) εἴληφε παρ᾿ αὐτοῦ. Οἱ μὲν γὰρ δαίμονας ἐλαύνουσι βεβαίως καὶ ἀληθῶς, ὥστε πολλάκις καὶ πιστεύειν αὐτοὺς ἐκείνους τοὺς καθαρισθέντας ἀπὸ τῶν πονηρῶν πνευμάτων, καὶ εἶναι ἐν τῇ ἐκκλησίᾳ. Οἱ δὲ καὶ πρόγνωσιν ἔχουσι τῶν μελλόντων, καὶ ὀπτασίας, καὶ ῥήσεις προφητικάς. Ἄλλοι δὲ τοὺς κάμνοντας διὰ τῆς τῶν χειρῶν ἐπιθέσεως ἰῶνται, καὶ ὑγιεῖς ἀποκαθιστᾶσιν. Ἤδη δὲ, καθὼς ἔφαμεν, καὶ νεκροὶ ἠγέρθησαν, 1καὶ παρέμειναν [*](G. 189.) σὺν ὑμῖν ἱκανοῖς ἔτεσι. Καὶ τί γάρ; οὐκ ἔστιν ἀριθμὸν εἰπεῖν τῶν χαρισμάτων, ὧν κατὰ παντὸς τοῦ κόσμου ἡ ἐκκλησία παρὰ Θεοῦ λαβοῦσα, ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, τοῦ σταυρωθέντος ἐπὶ Ποντίου Πιλάτου, ἑκάστης ἡμέρας ἐπʼ εὐεργεσίᾳ τῇ τῶν ἐθνῶν ἐπιτελεῖ, μήτε ἐξαπατῶσα τινὰς. [*](Cf. Act. viii. 9, 18.) μήτε ἐξαργυριζομένη. Ὡς γὰρ δωρεὰν εἴληφε παρὰ Θεοῦ, δωρεὰν καὶ διακονεῖ.

380
[*](Joh. Damasc. Parall. Halloix. in vit. Iren.)

Ἀλλʼ ὡς εἷς ἕκαστος ἡμῶν ἴδιον σῶμα --- λαμβάνει, οὕτως καὶ ἰδίαν ἔχει ψυχήν. Οὐ γὰρ --- πτωχὸς οὐδὲ ἄπορος ὁ Θεὸς, ὥστε μὴ ἑνὶ ἑκάστῳ σώματι ἰδίαν κεχαρίσθαι ψυχὴν, καθάπερ καὶ ἴδιον χαρακτῆρα. Καὶ διὰ τοῦτο πληρωθέντος τοῦ ἀριθμοῦ, οὗ αὖτὸς παῤ αὐτῷ προώρισε, πάντες οἱ ἐγγραφέντες εἰς ζωὴν ἀναστήσονται, ἴδια ἔχοντες σώματα, καὶ ἰδίας ἔχοντες ψυχὰς, καὶ ἴδια πνείματα, ἐν οἷς εὐηρέστησαν τῷ Θεῷ. Οἱ δὲ τῆς κολάσεως ἄξιοι ἀπελεύσονται εἰς τὴν αὐτὴν, καὶ αὐτοὶ ἰδίας ἔχοντες ψυχὰς, καὶ ἴδια σώματα, ἐν οἷς ἀπέστησαν ἀπὸ τῆς τοῦ Θεοῦ χάριτος. Καὶ παύσονται ἑκάτεροι τοῦ γεννᾶν ἔτι, καὶ γεννᾶσθαι, καὶ γαμεῖν καὶ γαμεῖσθαι· ἵνα τὸ σύμμετρον φῦλον τῆς προορίσεως ἀπὸ Θεοῦ ἀνθρωπότητος 1 ἀποτελεσθεὶς, τὴν ἁρμονίαν τηρήσῃ τοῦ Πατρός.