Libros quinque adversus haereses

Irenaeus, Saint, Bishop of Lyon

Irenaeus. Libros quinque adversus haereses, Volumes 1-2. Harvey, W. Wigan, editor. Cambridge: Cambridge, 1857.

1. ΔΙΑΔΕΞΑΜΕΝΟΣ δὲ αὐτὸν Μαρκίων ὁ Ποντικὸς ηὔξησε τὸ διδασκαλεῖον, ἀπηρυθριασμένως βλασφημῶν.

220
[*](LIB. I. xxvi. 1. GR. 1. xxx. MASS. I. xxviii. 1.)

Ἀπὸ Σατορνίνου καὶ Μαρκίωνος οἱ καλούμενοι ἐγκρατεῖς, [*](M. 107.) ἀγαμίαν ἐκήρυξαν, 1 ἀθετοῦντες τὴν ἀρχαίαν πλάσιν τοῦ θεοῦ, καὶ ἠρέμα κατηγοροῦντες τοῦ ἄῤῥεν καὶ θῆλυ εἰς γένεσιν [*](Eus. H. E. iv. 29.) ἀνθρώπων πεποιηκότος· καὶ τῶν λεγομένων παῤ αὐτοῖς ἐμ ψύχων ἀποχὴν εἰσηγήσαντο, ἀχαριστοῦντες τῷ πάντα πεποιηκότι Θεῷ. Ἀντιλέγουσί τε τῇ τοῦ πρωτοπλάστου σωτηρία· καὶ τοῦτο νῦν ἐξευρέθη παῤ αὐτοῖς. 2 Τατιάνου τινὸς πρώτως ταύτην εἰσενέγκαντος τὴν βλασφημίαν· ὃς Ἰουστίνου ἀκροατὴς γεγονὼς, ἐφόσον μὲν συνῆν ἐκείνῳ, οὐδὲν ἐξέφηνε τοιοῦτον· μετὰ δὲ τὴν ἐκείνου μαρτυρίαν ἀποστὰς [*](G. 106.) τῆς Ἐκκλησίας, οἰήματι διδασκάλου ἐπαρθεὶς καὶ τυφωθεὶς ὡς διαφέρων τῶν λοιπῶν, ἴδιον χαρακτῆρα διδασκαλείου συνεστήσατο· Αἰῶνάς τινας ἀοράτους ὁμοίως τοῖς ἀπὸ Οὐαλεντίνου μυθολογήσας· τὸν γάμον τε φθορὰν καὶ πορνείαν παραπλησίως Μαρκίωνι καὶ Σατορνίνῳ ἀναγορεύσας· τῇ δὲ τοῦ Ἀδὰμ σωτηρία παῤ ἑαυτοῦ 3 τὴν αἰτιολογίαν ποιησάμενος.

221

Ἐκ τῶν Βαλεντίνου ι. Σίμωνος σπερμάτων τὸ τῶν Βαρβηλιωτῶν, ἤγουν Βορβοριανῶν, Ναασσινῶν, ἢ Στρατιωτικῶν,

222
[*](LIB. I. xxvii. 1. GR. xxxiii. MASS. I. xxix. 1.) ἢ Φημιονιτῶν καλουμένων ἐβλάστησε μῦσος. Ὑπέθεντο G. γὰρ Αἰῶνα τινὰ ἀνώλεθρον ἐν παρθενικῷ διάγοντι πνεύματι ὁ Βαρβηλὼθ ὀνομάζουσι --- Τὴν δὲ Βαρβηλὼθ ι. Ἔννοιαν αἰτῆσαι Πρόγνωσιν παῤ αὐτοῦ. Προελθούσης δὲ ταύτης. εἶτ᾿  αὖθις αἰτησάσης, προελήλυθεν Ἀφθαρσία, ἔπειτα Αἰωνία Ζωή. Εὐφρανθεῖσαν δὲ τὴν Βαρβηλὼθ ---  ἐγκύμονα γενέσθαι, καὶ ἀποτεκεῖν τὰ Φῶς--- Τοῦτό φασι, τῇ τοῦ Πνεύματος 1χρισθὲν τελειότητι --- ὀνομασ θῆναι Χριστὸν, οὗτος πάλιν ὁ Χριστὸς ἐπήγγειλεν Νοῦν  --- καὶ ἔλαβεν f. ι. προεβάλετο. Ὁ δὲ Πατὴρ προστέθεικε καὶ Λόγον. Εἶτα συνεζύγησαν Ἔννοια καὶ Λόγος, Ἀφθαρσία καὶ Χριστὸς, Ζωὴ Αἰωνία καὶ τὸ Θέλημα, ὁ Νοῦς καὶ ἡ Πρόγνωσις --- Ἔπειτα πάλιν
223
ἐκ τῆς Ἐννοίας καὶ τοῦ Λόγου προβληθῆναί φασι τὸν [*](LIB. I. xxvii. 1. GR. I. xxxiii. MASS. I. xxix. 2.) Αὐτογενῆ --- καὶ σὺν αὐτῷ τὴν Ἀλήθειαν· καὶ γενέσθαι πάλιν συζυγίαν ἑτέραν Αὐτογενοῦς καὶ Ἀληθείας ---
224
[*](LIB. I. xxvii. 1. GR. I. xxxiii. MASS. I. xxix. 3.) Τὸν δὲ Αὐτογενῆ φασι προβαλέσθαι Ἄνθρωπον τέλειον καὶ ἀληθῆ, ὃν καὶ 1 Ἀδάμαντα καλοῦσι --- προβεβλῆσθαι δὲ σὺν αὐτῷ καὶ ὁμόζυγα 2 Γνῶσιν τελείαν. Ἐντεῦθεν πάλιν ἀναδειχθῆναι μητέρα, πατέρα, καὶ υἱόν· ἐκ δὲ τοῦ Ἀνθρώπου καὶ τῆς Γνώσεως βεβλαστηκέναι 2 Ξύλον· Γνῶσιν δὲ καὶ τοῦτο προσαγορεύουσιν.

225

2. Ἐκ δὲ τοῦ πρώτου ἀγγέλου προβληθῆναι λέγουσι [*](LIB. I. xxvii. 2. GR. I. xxxiii. MASS. I. xxix. 4.) Πνεῦμα ἅγιον, ὁ Σοφίαν καὶ 1 Προύνικον προσηγόρευσαν. Ταύτην φασὶν --- ἐφιεμένην ὁμόζυγος ---ἔργον ἀποκυῆσαι,

226
[*](LIB. I. xxvii. 2. GR. I. xxxiii. MASS. I. xxix. 4.) ἐν ἦν Ἄγνοια καὶ Αὐθάδεια· τὸ δὲ ἔργον τοῦτο, Πρωτάρκαλοῦσι, καὶ αὐτὸν εἶναι λέγουσι τῆς κτίσεως ποιητήν. --- Τοῦτον δὲ τῇ Αὐθαδείᾳ συναφθέντα, τὴν Κακίαν ἀπογεννῆσαι, καὶ τὰ ταύτης μόρια.

1. ΟΙ δὲ Σηθιανοὶ οὓς Ὀφιανοὺς ἢ Ὀφίτας τίνες ὀνομάζουσιν, [*](Theod. H. Fab. I.14.) Ἄνθρωπον καλοῦσι τὸν τῶν ἁπάντων Θεὸν, φῶς

227
[*](Hipp. Philos. vi. 53.) αὐτὸν πάλιν ἐπονομάζοντες, καὶ μακάριον καὶ ἄφθαρτον ἀποκαλοῦντες, [*](LiB. I. xxviii. 1. GR. 1. xxxiv. MASS. I. xxx. 1.) καὶ ἐν Βυθῷ τὴν οἴκησιν ἔχειν διαβεβαιούμενοι. Τὴν δὲ 1 Ἔννοιαν αὐτοῦ --- Υἱὸν Ἀνθρώπου καλοῦσι, καὶ δεύτερον Ἄνθρωπον. Μετὰ δὲ τοῦτον ὑπάρχειν τὸ ἅγιον Πνεῦμα· κάτω δὲ τούτων --- τέσσαρα στοιχεῖα, ὕδωρ, σκότος, ἄβυσσον, χάος· θῆλυ δὲ τὸ Πνεῦμα καλοῦσι, καὶ τοῖς στοιχείοις ἐπιφέρεσθαι. Ἐρασθῆναι δέ φασι τὸν πρῶτον Ἄνθρωπον, καὶ τὸν δεύτερον, τῆς ὥρας τοῦ Πνεύματος ---καὶ φῶς --- ὁ καλοῦσι Χριστόν --- μὴ δυνηθεῖσαν δὲ βαστάσαι τὴν θήλειαν τοῦ φωτὸς τὴν ὑπερβολὴν ---
228
[*](LIB. I. xxviii. 1. GR. I. xxxiv. MASS. I. xxx. 2.) ὑπερβλύσαι ---καὶ τὸν μὲν Χριστὸν --- σὺν τῇ μητρὶ εἰς τὸν ἄφθαρτον ἀνασπασθῆναι Αἰῶνα, ἣν καὶ ἀληθινὴν ἐκκλησίαν καλοῦσι---