Libros quinque adversus haereses

Irenaeus, Saint, Bishop of Lyon

Irenaeus. Libros quinque adversus haereses, Volumes 1-2. Harvey, W. Wigan, editor. Cambridge: Cambridge, 1857.

1. 1 ΚΑΡΠΟΚΡΑΤΗΣ τὸν μὲν κόκκον καὶ τὰ ἐν αὐτῷ [*](Hipp. Philos. vii. 38.) ὑπὸ ἀγγέλων πολὺ ὑποβεβηκότων 2 τοῦ ἀγεννήτου Πατρὸς γεγενῆσθαι λέγει· τὸν δὲ Ἰησοῦν ἐξ Ἰωσὴφ γεγενῆσθαι, καὶ ὅμοιον τοῖς ἀνθρώποις γεγονότα, δικαιότερον τῶν λοιπῶν γενέσθαι, τὴν δὲ ψυχὴν αὐτοῦ εὔτονον καὶ καθαρὰν γεγονυῖαν, διαμηνμονεῦσαι τὰ ὁρατὰ μὲν forte ι. ὁρώμενα αὐτῇ ἐν τῇ μετὰ τοῦ ἀγεννήτου Θεοῦ 3 περιφορᾷ, καὶ διὰ τοῦτο ὑπʼ ἐκείνου αὐτῷ καταπεμφθῆναι δύναμιν, ὅπως τοὺς κοσμοποιοὺς ἐκφυγεῖν δι᾿  αὐτῆς δυνηθῇ ἣν καὶ διὰ πάντων χωρήσασαν ἐν πᾶσί τε ἐλευθερωθεῖσαν ἀνεληλυθέναι πρὸς αὐτὸν, 4 τὰ

205
[*](Hipp. Philos. vii. 32.) ὅμοια αὐτῆς ἀσπαζομένην. Τὴν δὲ τοῦ Ἰησοῦ λέγουσι ψυχὴν [*](LIB. I. xx. I. GR. I. xxiv. MASS. I. xxv. I.) ἐννόμως ἠσκημένην ἐν Ἰουδαϊκοῖς ἔθεσι, καταφρονῆσαι αὐτῶν, καὶ διὰ τοῦτο δυνάμεις ἐπιτετελεκέναι, ΙΝΤ. ἐπιτετυχηκέναι, δι᾿  ὧν κατήργησε τὰ ἐπὶ κολάσει πάθη προσόντα τοῖς ἀνθρώποις. Τὴν οὖν ὁμοίως ἐκείνῃ τῇ τοῦ Χριστοῦ ψυχῇ δυναμένην κατασκευάζειν, φρονῆσαι τῶν κοσμοποιῶν ἀρχόντων, ὁμοίως 1 λαμβάνειν δύναμιν πρὸς τὸ πρᾶξαι τὰ ὅμοια· διὸ καὶ εἰς τοῦτο τὸ τύφος κατεληλύθασιν, EPIPH. ἐληλακότες, ὥστε αὑτοὺς ι. τοὺς μὲν ὁμοίους αὐτῷ εἶναι λέγουσι τῷ Ἰησοῦ, τοὺς δὲ 2 καὶ ἔτι δυνατωτέρους, τινὰς δὲ καὶ διαφορωτέρους τῶν ἐκείνου μαθητῶν, οἷον Πέτρου καὶ Παίλου καὶ τῶν λοιπῶν ἀποστόλων· τούτους
206
[*](LIB. I. xx. I. GR. I. xxiv. MASS. I. xxv. 2.) δὲ κατὰ μηδένα ἀπολείπεσθαι τοῦ Ἰησοῦ. Τὰς δὲ ψυχὰς [*](Hipp. Philos. vii. 32.) αὐτῶν ἐκ τῆς 1 ὑπερκειμένης ἐξουσίας ΕΡ. τῆς αὐτῆς περιφορᾶς παρούσας, καὶ διὰ τοῦτο ὡσαύτως 2 καταφρονεῖν ι. c. ΙΝΤ. καταφρονοῦσας τῶν κοσμοποιῶν διὰ τῆς αὐτῆς ἠξιῶσθαι δυνάμεως, καὶ αὖθις εἰς τὸ αὐτὸ χωρῆσαι. Εἰ δέ τις ἐκείνου πλέον καταφρονήσειεν τῶν ἐνταῦθα, δύνασθαι διαφορώτερον αὐτοῦ ὑπάρχειν.