Libros quinque adversus haereses

Irenaeus, Saint, Bishop of Lyon

Irenaeus. Libros quinque adversus haereses, Volumes 1-2. Harvey, W. Wigan, editor. Cambridge: Cambridge, 1857.

1. THN δὲ τῆς ἀπολυτρώσεως αὐτοῖς l. αὐτῶν παράδοσιν συμβέβηκεν ἀόρατον εἶναι καὶ ἀκατάληπτον· ἅτε τῶν

181
ἀκρατήτων καὶ ἀοράτων μητέρα ὑπάρχουσαν. Καὶ διὰ τοῦτο [*](LIB.I.xiv.I.GR.I.xviii.I.MASS.1.xxi.1.) ἄστατον οὖσαν, οὐχ ἁπλῶς οὐδὲ ἑνὶ λόγῳ ἀπαγγεῖλαί ἐστι· διὰ τὸ ἓν l. ἕνα ἕκαστον αὐτῶν, καθὼς αὐτοὶ βούλονται, παραδιδόναι αὐτήν. Ὅσοι γάρ εἰσι ταύτης τῆς γνώμης μυσταγωγοὶ, τοσαῦται ἀπολυτρώσεις. Καὶ ὅτι μὲν εἰς ἐξάρνησιν τοῦ βαπτίσματος τῆς εἰς Θεὸν 1ἀναγεννήσεως, καὶ πάσης τῆς πίστεως ἀπόθεσιν ὑποβέβληται τὸ εἶδος τοῦ τοῦτο ὑπὸ τοῦ Σατανᾶ, ἐλέγχοντες αὐτοὺς ἀπαγγελοῦμεν ἐν τῷ προσήκοντι τόπῳ. Λέγουσι δὲ αὐτὴν ἀναγκαίαν εἶναι [*](M.94.) τοῖς τὴν τελείαν γνῶσιν εἰληφόσιν, ἵνα εἰς τὴν ὑπὲρ πάντα
182
[*](LIB.I .xiv.i.GR.I.xviii.i.MASS.i.xxi.2) δύναμιν ὦσιν ἀναγεγεννημένοι. Ἄλλως γὰρ ἀδύνατον ἐντὸς [*](G. 89.) εἰσελθεῖν· ἐπειδὴ αὕτη ἐστὶν ἡ εἰς τὸ βάθος suppl. τοῦ βύθου κατάγουσα αὐτούς. Τὸ μὲν γὰρ βάπτισμα τοῦ φαινομένου Ἰησοῦ, ἀφέσεως ἁμαρτιῶν, τὴν δὲ ἀπολύτρωσιν τοῦ ἐν αὐτῷ Χριστοῦ κατελθόντος, εἰς τελείωσιν· καὶ 1τὸ μὲν ψυχικὸν, τὴν δὲ πνευματικὴν εἶναι ὑφίστανται. Καὶ τὸ μὲν βάπτισμα ὑπὸ Ἰωάννου κατηγγέλθαι εἰς μετάνοιαν, τὴν δὲ ἀπολύτρωσιν ὑπὸ l. τοῦ ἐν αὐτῷ Χριστοῦ Ἰησοῦ κεκομίσθαι εἰς τελείωσιν. Καὶ τοῦτʼ εἶναι περὶ οὗ λέγει· 2Καὶ ἄλλο βάπτισμα ἔχω βαπτισθῆναι, καὶ πάνυ ἐπείγομαι εἰς αὐτό. Ἀλλὰ καὶ τοῖς υἱοῖς Ζεβεδαίου, τῆς μητρὸς αὐτῶν αἰτουμένης τὸ καθίσαι αὐτοὺς ἐκ δεξιῶν καὶ ἀριστερῶν μετʼ αὐτοῦ εἰς τὴν βασιλείαν, ταύτην προσθεῖναι τὴν ἀπολύτρωσιν τὸν Κύριον λέγουσιν, εἰπόντα· Δύνασθε τὸ βάπτισμα βαπτισθῆναι, ὃ ἐγὼ μέλλω βαπτίζεσθαι; Καὶ τὸν
183
Παῦλον ῥητῶς φάσκουσι τὴν ἐν Χριστῷ Ἰησοῦ ἀπολύτρωσιν [*](LIB.I.xiv.2.GR.I.xviii.2.MASS.Ixxi.3.) πολλάκις μεμηνυκέναι· καὶ εἶναι ταύτην τὴν ὑπʼ αὐτῶν ποικίλως καὶ ἀσυμφώνως παραδιδομένην.

2. Οἱ μὲν γὰρ αὐτῶν νυμφῶνα κατασκευάζουσι, καὶ [*](Μ.95) μυσταγωγίαν ἐπιτελοῦσι μετ’ 1ἐπιῤῥήσεών τινων τοῖς τελειουμένοις, καὶ πνευματικὸν γάμον φάσκουσιν εἶναι τὸ ὑπʼ αὐτῶν γινόμενον, κατὰ τὴν ὁμοιότητα τῶν ἄνω συζυγιῶν. Οἱ δὲ ἄγουσιν ἐφʼ ὕδωρ, καὶ βαπτίζοντες οὕτως ἐπιλέγουσιν· Εἰς [*](G.90.) ὄνομα ἀγνώστου Πατρὸς τῶν ὅλων, εἰς Ἀλήθειαν μητέρα πάντων, εἰς τὸν κατελθόντα εἰς Ἰησοῦν, 2εἰς ἕνωσιν καὶ ἀπολύτρωσιν καὶ κοινωνίαν τῶν δυνάμεων. Ἄλλοι δὲ Ἑβραϊκά τινα ὀνόματα ἐπιλέγουσι, πρὸς τὸ μᾶλλον καταπλήξασθαι τοὺς τελειουμένους, οὕτως· Βασεμὰ χαμοσσὴ βααιανορὰ

184
[*](LIB.I.xiv.2.GR.I.xviii.2.MASS.I.xxi.3.) μισταδία ῥουαδὰ κουστὰ βαβοφὸρ καλαχθεῖ. Τούνων δ’ ἑρμηνεία ἐστι τοιαύτη· Ὑπὲρ πᾶσαν δύναμιν τοῦ πατρὸς ἐπικαλοῦμαι φῶς ὀνομαζόμενον, καὶ πνεῦμα ἀγαθὸν, καὶ ζωή· ὅτι ἐν σώματι ἐβασίλευσας. Ἄλλοι δὲ πάλιν τὴν λύτρωσιν ἐπιλέγουσιν οὕτως· Τὸ ὄνομα τὸ ἀποκεκρυμμένον ἀπὸ πάσης θεότητος, καὶ κυριότητος, καὶ ἀληθείας, ὃ ἐνεδύσατο Ἰησοῦς Ναζαρηνὸς ἐν ταῖς ζωαῖς τοῦ φωτὸς τοῦ Χριστοῦ, Χριστοῦ ζῶντος διὰ Πνεόματος ἁγίου εἰς λύτρωσιν ἀγγελικήν. 1Ὄνομα τὸ τῆς ἀποκαταστάσεως· Mεσσία οὐφαρὲγ ναμεμψαιμὰν [*](G. 91.)
185
χαλδαίαν μοσομηδαέα ἀκφραναὶ ψαούα, Ἰησοῦ Ναζαρία. [*](LIB.I.xiv 2. GR i.xviii.2.MASS.I.xxi.3.) Καὶ τούτων δὲ ἑρμηνεία ἐστι τοιαύτη· Οὐ διαιρῶ τὸ πνεῦμα, [*](M. 96.) τὴν καρδίαν, καὶ τὴν ὑπερουράνιον δύναμιν, τὴν οἰκτίρμονα· ὀναίμην τοῦ ὀνόματός σου, Σωτὴρ ἀληθείας. Καὶ ταῦτα μὲν ἐπιλέγουσιν οἱ αὐτοὶ τελοῦντες. δὲ τετελεσμένος ἀποκρίνεται· Ἐστήριγμαι, καὶ λελύτρωμαι, καὶ λυτροῦμαι τὴν ψυχήν μου ἀπὸ τοῦ αἰῶνος τούτου, καὶ πάντων τῶν παρʼ αὐτοῦ ἐν τῷ ὀνόματι τοῦ Ἰαὼ, ὃς ἐλυτρώσατο τὴν ψυχὺν αὐτοῦ εἰς ἀπολύτρωσιν ἐν τῷ Χριστῷ τῷ ζῶντι. Εἶτ’ ἐπιλέγουσιν οἱ παρόντε· Εἰρήνη πᾶσιν, ἐφʼ οὓς τὸ ὄνομα τοῦτο ἐπαναπαύεται. Ἔπειτα μυρίζουσι τὸν τετελεσμένον ὀπῷ τῷ ἀπὸ βαλσάμου l. τῷ ὀποβαλσάμῳ τὸ γὰρ μῦρον τοῦτο τύπον τῆς ὑπὲρ τὰ ὅλα εὐωδίας εἶναι λέγουσιν.