Libros quinque adversus haereses

Irenaeus, Saint, Bishop of Lyon

Irenaeus. Libros quinque adversus haereses, Volumes 1-2. Harvey, W. Wigan, editor. Cambridge: Cambridge, 1857.

1. ΠΡΟΣ δὲ τούτοις ἀμύθητον πλῆθος ἀποκρύφων καὶ νόθων γραφῶν, ἃς αὐτοὶ ἔπλασαν, παρεισφέρουσιν εἰς κατάπληξιν τῶν ἀνοήτων, καὶ τὰ τῆς ἀληθείας μὴ ἐπισταμένων γράμματα. Προσπαραλαμβάνουσι δὲ εἰς τοῦτο κᾀκεῖνο τὸ ῥᾳδιούργημα, 1ὡς τοῦ Κυρίου τὰ διὰ 2INT. παιδὸς ὄντος καὶ μανθάνοντος τὸ ἀλφάβητον τοῦ διδασκάλου αὐτῷ φήσαντος, καθὼς ἔθος ἐστὶν, εἰπὲ ἄλφα, ἀποκρίνασθαι τὸ ἄλφα.

178
[*](LIB. I. xiii. 1. GR. I. xvii. MASS. I. xx. 1.) Πάλιν τε τὸ βῆτα τοῦ διδασκάλου κελεύσαντος εἰπεῖν, ἀποδοὺς κρίνασθαι τὸν Κύριον· σύ μοι πρότερον εἰπὲ τί ἐστι τὸ ἄλφα, [*](G. 87.) καὶ τότε σοι ἐρῶ τί ἐστι τὸ βῆτα. Καὶ τοῦτο ἐξηγοῦνται, ὡς αὐτοῦ μόνου τὸ ἄγνωστον ἐπισταμένου, ὃ ἐφανέρωσεν ἐν [*](M. 92.) τῷ τόπῳ τοῦ ἄλφα.

2. Ἔνια δὲ καὶ τῶν ἐν τῷ Εὐαγγελίῳ κειμένων εἰς τοῦτον τὸν χαρακτῆρα μεθαρμόζουσιν· ὡς τὴν πρὸς τὴν μητέρα αὐτοῦ δωδεκαετοῦς ὄντος ἀπόκρισιν· 1Οὐκ οἴδατε ὅτι ἐν τοῖς τοῦ Πατρός μου δεῖ με εἶναι; Ὃν οὐκ ἤδεισαν, φασὶ πατέρα κατήγγελλεν αὐτοῖς· καὶ διὰ τοῦτο ἐκπέμψαι τοὺς μαθητὰς εἰς τὰς δώδεκα φυλὰς, κηρύσσοντας τὸν ἄγνωστον αὐτοῖς Θεόν. Καὶ τῷ εἰπόντι αὐτῷ, Διδάσκαλε ἀγαθὲ, τὸν ἀληθῶς ἀγαθὸν Θεὸν ὡμολογηκέναι εἰπόντα, Τί με λέγεις ἀγαθόν; εἷς ἐστὶν ἀγαθὸς, 2ὁ Πατὴρ ἐν τοῖς οὐρανοῖς. Οὐρανοὺς

179
δὲ νῦν τοὺς Αἰῶνας εἰρῆσθαι λέγουσι. Καὶ διὰ τὸ μὴ [*](LIB.I.xiii.2.MASS.I.xx.2.) ἀποκριθῆναι τοῖς εἰποῦσιν αὐτῷ, 1Ἐν ποία δυνάμει τοῦτο ποιεῖς; ἀλλὰ τῇ ἀντεπερωτήσει ἀπορῆσαι αὐτοὺς, τὸ ἄῤῥητον τοῦ πατρὸς, ἐν τῷ adjice μὴ εἰπεῖν, δεδειχέναι αὐτὸν ἐξηγοῦνται. Ἀλλὰ καὶ ἐν τῷ εἰρηκέναι, 2Πολλάκις ἐπεθύμησα ἀκοῦσαι ἕνα τῶν λόγων τούτων, καὶ οὐκ ἔσχον τὸν ἐροῦντα, ἐμφαίνοντός φασι δεῖν l. εἶναι διὰ τοῦ ἑνὸς τὸν ἀληθῶς ἕνα Θεὸν, ὃν οὐκ ἐγνώκεισαν. Ἔτι ἐν τῷ προσσχόντα αὐτὸν τῇ Ἱερουσαλὴμ δακρῦσαι ἐπʼ αὐτὴν, καὶ εἰπεῖν· 3Εἰ ἔγνως καὶ σὺ σύμερον τὰ πρὸς εἰρήνην, ἐκρύβη δὲ suppl. ἀπό σου· διὰ τοῦ ἐκρύβη ῥήματος, τὸ ἀπόκρυφον τοῦ Βοθοῦ δεδηλωκέναι. Καὶ πάλιν εἰπόντα· Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κᾀγὼ ἀναπαύσω ὑμᾶς· καὶ μάθετε ἀπʼ ἐμοῦ, τὸν τῆς ἀληθείας 4πατέρα κατηγγελκέναι. Ὃ γὰρ οὐκ ᾔδεισαν, φησὶ, τοῦτο αὐτοῖς ὑπέσχετο διδάξειν --- [*](Μ.93) adj. Ἀπόδειξιν δὲ τὸν l. τῶν ἀνωτάτω, καὶ οἱονεὶ κορωνίδα
180
[*](IB.I.xiii.2.GR.I.xvii.MASS.I.xx.3.) τῆς ὑποθέσεως αὐτῶν φέρουσι ταῦτα· Ἐξομολογήσομαί σοι πάτερ κύριε τῶν οὐρανῶν καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ἀπὸ [*](G.83.) σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· 1οὐὰ, ὁ πατήρ μου, ὅτι ἔμπροσθέν σου εὐδοκία d. μοι ἐγένετο. Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἔγνω τὸν Πατέρα, εἰ μὴ ὁ Υἱὸς, καὶ τὸν Υἱὸν, εἰ μὴ ὁ Πατὴρ, καὶ ᾦ ἂν ὁ Υἱὸς ἀποκαλόψῃ. Ἐν τούτοις διαῤῥίδυν φασὶ δεδειχέναι αὐτὸν, ὡς τὸν 2ὑπʼ αὐτῶν παρεξευρημένον πατέρα ἀληθείας πρὸ τῆς παρουσίας αὐτοῦ μηδενὸς πώποτε ἐγνωκότος· καὶ κατασκευάζειν θέλουσιν, ὡς τοῦ ποιητοῦ καὶ κτίστου ἀεὶ ὑπὸ πάντων ἐγνωσμένου· καὶ ταῦτα τὸν Κύριον εἰρηκέναι περὶ τοῦ ἀγνώστου τοῖς πᾶσι Πατρὸς, ὃν αὐτοὶ καταγγέλλουσι.

1. THN δὲ τῆς ἀπολυτρώσεως αὐτοῖς l. αὐτῶν παράδοσιν συμβέβηκεν ἀόρατον εἶναι καὶ ἀκατάληπτον· ἅτε τῶν

181
ἀκρατήτων καὶ ἀοράτων μητέρα ὑπάρχουσαν. Καὶ διὰ τοῦτο [*](LIB.I.xiv.I.GR.I.xviii.I.MASS.1.xxi.1.) ἄστατον οὖσαν, οὐχ ἁπλῶς οὐδὲ ἑνὶ λόγῳ ἀπαγγεῖλαί ἐστι· διὰ τὸ ἓν l. ἕνα ἕκαστον αὐτῶν, καθὼς αὐτοὶ βούλονται, παραδιδόναι αὐτήν. Ὅσοι γάρ εἰσι ταύτης τῆς γνώμης μυσταγωγοὶ, τοσαῦται ἀπολυτρώσεις. Καὶ ὅτι μὲν εἰς ἐξάρνησιν τοῦ βαπτίσματος τῆς εἰς Θεὸν 1ἀναγεννήσεως, καὶ πάσης τῆς πίστεως ἀπόθεσιν ὑποβέβληται τὸ εἶδος τοῦ τοῦτο ὑπὸ τοῦ Σατανᾶ, ἐλέγχοντες αὐτοὺς ἀπαγγελοῦμεν ἐν τῷ προσήκοντι τόπῳ. Λέγουσι δὲ αὐτὴν ἀναγκαίαν εἶναι [*](M.94.) τοῖς τὴν τελείαν γνῶσιν εἰληφόσιν, ἵνα εἰς τὴν ὑπὲρ πάντα
182
[*](LIB.I .xiv.i.GR.I.xviii.i.MASS.i.xxi.2) δύναμιν ὦσιν ἀναγεγεννημένοι. Ἄλλως γὰρ ἀδύνατον ἐντὸς [*](G. 89.) εἰσελθεῖν· ἐπειδὴ αὕτη ἐστὶν ἡ εἰς τὸ βάθος suppl. τοῦ βύθου κατάγουσα αὐτούς. Τὸ μὲν γὰρ βάπτισμα τοῦ φαινομένου Ἰησοῦ, ἀφέσεως ἁμαρτιῶν, τὴν δὲ ἀπολύτρωσιν τοῦ ἐν αὐτῷ Χριστοῦ κατελθόντος, εἰς τελείωσιν· καὶ 1τὸ μὲν ψυχικὸν, τὴν δὲ πνευματικὴν εἶναι ὑφίστανται. Καὶ τὸ μὲν βάπτισμα ὑπὸ Ἰωάννου κατηγγέλθαι εἰς μετάνοιαν, τὴν δὲ ἀπολύτρωσιν ὑπὸ l. τοῦ ἐν αὐτῷ Χριστοῦ Ἰησοῦ κεκομίσθαι εἰς τελείωσιν. Καὶ τοῦτʼ εἶναι περὶ οὗ λέγει· 2Καὶ ἄλλο βάπτισμα ἔχω βαπτισθῆναι, καὶ πάνυ ἐπείγομαι εἰς αὐτό. Ἀλλὰ καὶ τοῖς υἱοῖς Ζεβεδαίου, τῆς μητρὸς αὐτῶν αἰτουμένης τὸ καθίσαι αὐτοὺς ἐκ δεξιῶν καὶ ἀριστερῶν μετʼ αὐτοῦ εἰς τὴν βασιλείαν, ταύτην προσθεῖναι τὴν ἀπολύτρωσιν τὸν Κύριον λέγουσιν, εἰπόντα· Δύνασθε τὸ βάπτισμα βαπτισθῆναι, ὃ ἐγὼ μέλλω βαπτίζεσθαι; Καὶ τὸν
183
Παῦλον ῥητῶς φάσκουσι τὴν ἐν Χριστῷ Ἰησοῦ ἀπολύτρωσιν [*](LIB.I.xiv.2.GR.I.xviii.2.MASS.Ixxi.3.) πολλάκις μεμηνυκέναι· καὶ εἶναι ταύτην τὴν ὑπʼ αὐτῶν ποικίλως καὶ ἀσυμφώνως παραδιδομένην.