Libros quinque adversus haereses

Irenaeus, Saint, Bishop of Lyon

Irenaeus. Libros quinque adversus haereses, Volumes 1-2. Harvey, W. Wigan, editor. Cambridge: Cambridge, 1857.

20. Μάθετε οὖν ἀνόητοι, ὅτι Ἰησοῦς ὁ παθὼν ὑπὲρ [*](M. 45.) ἡμῶκ, ὁ κατασκυνώσας ἐν ἡμῖν, οὗτος αὐτός ἐστιν ὁ Λόγος τοῦ Θεοῦ. Εἰ μὲν γὰρ ἄλλος τις τῶν Αἰώνων ὑπὲρ τῆς ὑμῶν αὐτῶν σωτηρίας σὰρξ ἐγένετο, εἰκὸς ἦν περὶ ἄλλου εἰρηκέναι τὸν Ἀπόστολον. Εἰ δὲ ὁ Λόγος ὁ τοῦ Πατρὸς ὁ καταβὰς, αὐτός ἐστι καὶ ὁ ἀναβὰς, 1ὁ τοῦ μόνου Θεοῦ μονογενὴς υἱὸς, κατά τὴν τοῦ Πατρὸς εὐδοκίαν σαρκωθεὶς ὑπὲρ ἀνθρώπων, οὐ περὶ ἄλλου τινὸς, οὐδὲ περὶ ὀγδοάδος τὸν λόγον 2ἐμπεποίηται, ἀλλʼ ἢ περὶ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ. Οὐδὲ γὰρ ὁ Λόγος κατʼ αὐτοὺς προηγουμένως σὰρξ γέγονε. Λέγουσι δὲ τὸν Σωτῆρα

85
ἐνδύσασθαι 1σῶμα ψυχικὸν ἐκ τῆς οἰκονομίας κατεσκευασμένον [*](LIB. I. i. 20. GR. I. i. 20. MASS. I. ix. 3.) 2ἀῤῥήτῳ προνοίᾳ, πρὸς τὸ ὁρατὸν γενέσθαι, καὶ ψηλαφητόν. Σὰρξ δέ ἐστιν ἡ ἀρχαία ἐκ τοῦ χοῦ κατὰ τὸν Ἀδὰμ ἡ γεγονυῖα πλάσις ὑπὸ τοῦ Θεοῦ, ἣν ἀληθῶς γεγονέναι τὸν Λόγον τοῦ Θεοῦ ἐμήνυσεν ὁ Ἰωάννης. Καὶ λέλυται αὐτῶν πρώτη καὶ ἀρχέγονος ὀγδοάς. Ἑνὸς γὰρ καὶ τοῦ αὐτοῦ δεικνυμένου Λόγου, καὶ Μονογενοῦς, καὶ Ζωῆς, καὶ Φωτὸς, καὶ Σωτῆρος, καὶ Χριστοῦ, καὶ Υἱοῦ Θεοῦ, καὶ τούτου αὐτοῦ σαρκωθέντος ὑπὲρ ὑμῶν, λέλυται ἡ τῆς ὀγδοάδος σκηνοπηγία. [*](G. 43) Ταύτης δὲ λελυμένης, διαπέπτωκεν αὐτῶν πᾶσα ἡ ὑπόθεσις, ἣν 4ψευδῶς ὀνειρώττοντες 5κατατρέχουσι τῶν γραφῶν, ἰδίαν ὑπόθεσιν ἀναπλασάμενοι. Ἔπειτα λέξεις καὶ ὀνόματα σποράδην κείμενα συλλέγοντες, μεταφέρουσι, καθὼς προειρήκαμεν, ἐκ τοῦ
86
[*](LIB. I. i. 20. GR. I. i. 20. MASS. I. ix. 4.) κατὰ φύσιν εἰς τὸ παρὰ φύσιν· ὅμοια ποιοῦντες τοῖς ὑποθέσαις τὰς τυχούσας αὐτοῖς προβαλλομένοις, ἔπειτα πειρωμένοις ἐκ τῶν Ὁμήρου ποιημάτων 1μελετᾷν αὐτὰς, ὥστε τοὺς ἀπειροτέρους δοκεῖν ἐπʼ ἐκείνης τῆς ἐξ ὑπογυίου μεμελετημένης ὑποθέσεως Ὅμηρον τὰ ἔπη πεποιηκέναι, καὶ πολλοὺς συναρπάζεσθαι διὰ τῆς τῶν ἐπῶν συνθέτου ἀκολουθίας, μὴ ἄρα ταῦθʼ οὕτως Ὅμηρος εἴη πεποιηκώς. Ὡς ὁ τὸν Ἡρακλέα ὑπὸ [*](M. 46.) Εὐρυσθέως ἐπὶ τὸν ἐν τῷ Ἅδῃ κύνα πεμπόμενον 2διὰ τῶν Ὁμηρικῶν στίχων γράφων οὕτως· (οὐδὲν γὰρ κωλύει παραδείγματος χάριν ἐπιμνησθῆναι καὶ τούτων, ὁμοίας καὶ τῆς αὐτῆς οὔσης ἐπιχειρήσεως τοῖς ἀμφοτέροις.) [*](od. κ΄. 76.)
  • Ὡε εἰπὼν, ἀπέπεμπε δόμων βαρέα στενάχοντα
  • [*](Od. Φ΄. 26.)
  • Φῶθʼ Ἡρακλῆα, μεγάλων ἐπιΐστορα ἔργων,
  • [*](11 τ΄. 123.)
  • Εὐρυσθεὺς, Σθενέλοιο πάϊς Περσηϊάδαο
  • 87
  • Ἐξ Ἐρέβευς ἄξοντα κύνα στυγεροῦ Ἀΐδαο.
  • [*](LIB. I. i. 20. GR. I. i. 20. MASS. I. ix. 4.)
  • Βῆ δʼ ἴμεν, ὥστε λέων ὀρεσίτροφος ἀλκὶ πεποιὼς,
  • Καρπαλίμως 1ἀνὰ ἄστυ· φίλοι δʼ 2ἀνά πάντες ἕποντο,
  • [*](Il. θ΄. 368. Od. ζ΄. 130. Il. ω΄. 327. Od. λ΄. 38. Il. ω΄. 328.  Od. λ΄. 625. Il. β΄. 409.)
  • Νύμφαι τʼ ἠΐθεσί τε, πολύτλητοὶ τε γέροντες,
  • 2Οἶετῤ ὀλοφυρόμενοι, ὡσεὶ θάνατόνδε κίοντα.
  • Ἑρμείας δʼ 4ἀπέπεμπεν, ἰδέ γλαυκῶπις Ἀθήνη·
  • Ἤιδεε γὰρ κατὰ θυμὰν ἀδελφεὸν, ὡς ἐπονεῖτο.
  • Τίς οὐκ ἂν τῶν ἀπανούργων συναρπαγείη ὑπὸ τῶν ἐπῶν τούτων, καὶ νομίσειεν οὕτως αὐτὰ Ὅμηρον ἐπὶ ταύτης τῆς ὑποθέσεως πεποιηκέναι; Ὁ δʼ ἔμπειρος τῆς Ὁμηρικῆς ὑποθέσεως ἐπιγνώσεται, suppl. μὲν τὰ ἔπη, τὴν δʼ ὑπόθεσιν οὐκ ἐπιγνώσεται, εἰδὼς ὅτι τὸ μέν τι αὐτῶν ἐστι περὶ Ὀδοσσέως εἰρημένον, τὸ δὲ περὶ αὐτοῦ τοῦ Ἡρακλέος, τὸ δὲ περὶ Πριάμου, τὸ δὲ περὶ Μενελάου καὶ Ἀγαμέμνονος. Ἄρας δὲ αὐτὰ, καὶ ἓν ἕκαστον ἀποδοὺς [*](G. 44.) τῇ 5ἰδίᾳ, ἐκποδὼν ποιήσει τὴν ὑπόθεσιν. Οὕτω δὲ καὶ ὁ
    88
    [*](LIB. I. i. 20. GR. I. i. 20. MASS. I. ix. 4.) κανόνα τῆς ἀληθείας ἀκλινῆ ἐν ἑαυτῷ κατέχων, 1ὃν διὰ τοῦ βαπτίσματος εἵληφε, τὰ μὲν ἐκ τῶν γραφῶν ὀνόματα, καὶ [*](M. 47.) τὰς λέξεις, καὶ τὰς παραβολὰς ἐπιγνώσεται, τὴν δὲ βλάσφημον ὑπόθεσιν ταύτην αὐτῶν οὐκ ἐπιγνώσεται. Καὶ γὰρ εἰ τὰς ψηφῖδας γνωρίσει, ἀλλὰ τὴν ἀλώπεκα ἀντὶ τῆς βασιλικῆς εἰκόνος οὐ παραδέξεται· ἓν ἕκαστον δὲ τῶν εἰρημένων ἀποδοὺς
    89
    τῇ ἰδίᾳ τάξει, καὶ προσαρμόσας τῷ τῆς ἀληθείας σωματίῳ, γυμνώσει [*](LIB. I. i. 20. GR. I. i. 20. MASS. I. ix. 5.) καὶ ἀνυπόστατον ἐπιδείξει τὸ πλάσμα αὐτῶν. Ἐπεὶ δὲ τῇ σκηνῇ ταύτῃ λείπει ἡ 1ἀπολύτρωσις, ἵνα τις τὸν 2μῖμον αὐτὸν l. αὐτῶν 3περαιώσας τὸν ἀνασκευάζοντα λόγον ἐπενεγκεῖν, l. ἐπενέγκῃ, καλῶς ἔχειν ὑπελάβομεν ἐπιδείξαι πρότερον, ἐν οἶς οἱ πατέρες αὐτοὶ τοῦδε τοῦ 4μύθου διαφέρονται πρὸς ἀλλήλους, ὡς ἐκ διαφόρων πνευμάτων τῆς πλάνης ὄντες. Καὶ ἐκ τούτου γὰρ ἀκριβῶς συνιδεῖν ἔσται ἐστι, καὶ 5πρὸ τῆς ἀποδείξεως, βεβαίαν τὴν ὑπὸ τῆς Ἐκκλησίας κηρυσσομένην ἀλήθειαν, καὶ τὴν ὑπὸ τούτων παραπεποιημένην ψευδηγορίαν.

    90
    [*](LIB. I. ii. GR. I. ii. MASS. I. x. 1.)[*](Epiphanius de Hær. xxxi. § 30, dec. cf. III. iv.)

    Ἡ μὲν γὰρ Ἐκκλησία, καίπερ καθʼ ὅλης τῆς οἰκουμένης [*](G. 45. M. 48) ἕως περάτων τῆς γῆς διεσπαρμένη, παρὰ δὲ τῶν Ἀποστόλων, καὶ τῶν ἐκείνων μαθητῶν παραλαβοῦσα τὴν εἰς 1ἕνα Θεὸν Πατέρα παντοκράτορα, τὸν πεποιηκότα τὸν οὐρανὸν, καὶ τὴν γῆν, καὶ τὰς θαλάσσας, καὶ πάντα τὰ ἐν αὐτοῖς, πίστιν· καὶ εἰς ἕνα Χριστὸν Ἰησοῦν, τὸν υἱὸν τοῦ Θεοῦ, τὸν σαρκωθέντα ὑπὲρ τῆς ὑμετέρας σωτηρίας· καὶ εἰς Πνεῦμα ἅγιον, τὸ διὰ τῶν προφητῶν κεκηρυχὸς 2τὰς οἰκονομίας, καὶ 3τὰς ἐλεύσεις,

    91
    καὶ τὴν ἐκ Παρθένου γέννησιν, καὶ τὸ πάθος, καὶ τὴν ἔγερσιν [*](LIB. I. ii. GR. I. ii. MASS. I. x. 1.) ἐκ νεκρῶν, καὶ τὴν ἔνσαρκον εἰς τοὺς οὐρανοὺς ἀνάληψιν τοῦ ἠγαπημένου Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ὑμῶν, καὶ τὴν ἐκ τῶν οὐρανῶν ἐν τῇ δόξῃ τοῦ Πατρὸς παρουσίαν αὐτοῦ ἐπὶ τὸ ἀνακεφαλαιώσασθαι τὰ πάντα, καὶ ἀναστῆσαι πᾶσαν σάρκα [*](v. xx.) πάσης ἀνθρωπότητος, ἵνα Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ὑμῶν, καὶ Θεῷ, καὶ Σωτῆρι, καὶ Βασιλεῖ, κατὰ τὴν εὐδοκίαν τοῦ Πατρὸς τοῦ ἀοράτου, πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται αὐτῷ, καὶ κρίσιν δικαίαν ἐν τοῖς πᾶσι ποιήσηται· τὰ μὲν πνευματικὰ τῆς πονηρίας, καὶ ἀγγέλους τοὺς παραβεβηκότας, καὶ ἐν ἀπο γεγονότας, καὶ τοὺς ἀσεβεῖς, καὶ ἀδίκους, καὶ ἀνόμους, καὶ βλασφήμους τῶν ἀνθρώπων εἰς τὸ αἰώνιον πῦρ πέμψῃ· τοῖε δὲ δικαίοις, καὶ ὁσίοις, καὶ τὰς ἐντολὰς αὐτοῦ τετηρηκόσι, [*](cf. IV. lxiil.) καὶ ἐν τῇ ἀγάπῃ αὐτοῦ διαμεμενηκόσι τοῖς μὲν ἀπʼ ἀρχῆς, [*](M.49.) τοῖς δὲ ἐκ μετανοίας, ζωὴν 1χαρισάμενος ἀφθαρσίαν δωρήσηται, καὶ δόξαν αἰωνίαν περιποιήσῃ.

    92
    [*](LIB. I. iii. GR. I. iii. MASS. I. x. 2.)

    ΤΟΥΤΟ τὸ κήρυγμα παρειληφυῖα, καὶ ταύτην τὴν πίστιν, [*](G. 46.) ὡς προέφαμεν, ἡ Ἐκκλησία, καίπερ ἐν ὅλῳ τῷ κόσμῳ διεσπαρμένη, ἐπιμελῶς φυλάσσει, ὡς 1ἔνα οἶκον οἰκοῦσα· καὶ ὁμοίως πιστεύει τούτοις, ὡς μίαν ψυχὴν καὶ τὴν αὐτὴν ἔχουσα [*](IV. lxiii.) καρδίαν, καὶ συμφώνως ταῦτα κηρύσσει, καὶ διδάσκει, καὶ παραδίδωσιν, ὡς ἓν στόμα κεκτημένη. Καὶ γὰρ 2αἱ κατὰ τὸν κόσμον διάλεκτοι ἀνόμοιαι, ἀλλʼ ἡ δύναμις τῆς παραδόσεως μία καὶ ἡ αὐτή. Καὶ οὔτε αἱ 3ἐν Γερμανίαις ἱδρυμέναι ἐκκλησίαι ἄλλως πεπιστεύκασιν, ἢ ἄλλως παραδιδόασιν, οὔτε ἐν

    93
    ταῖς 1Ἰβηρίαις, οὔτε ἐν 2Κελτοῖς, οὔτε κατὰ τὰς ἀνατολὰς, [*](LIB. I. iii. GR. I. iii. MASS. I. x. 2.) οὔτε ἐν Αἰγύπτῳ, οὔτε ἐν Λιβύῃ, οὔτε αἱ 3κατὰ μέσα τοῦ κόσμου ἱδρυμέναι· ἀλλʼ ὥσπερ ὁ ἥλιος, τὸ κτίσμα τοῦ Θεοῦ, ἐν ὅλῳ τῷ κόσμῳ εἷς καὶ ὁ αὐτὸς, οὕτω καὶ τὸ κήρυγμα τῆς
    94
    [*](LIB. I. iii. GR. I. iii. MASS. I. x. 2.) ἀληθείας πανταχῇ φαίνει καὶ φωτίζει 1πάντας ἀνθρώπους τοὺς βουλομένους εἰς ἐπίγνωσιν ἀληθείας ἐαθεῖν. Καὶ οὔτε ὁ πάνυ 2δυνατὸς ἐν λόγῳ τῶν ἐν ταῖς ἐκκλησίαις προεστώτων, ἕτερα [*](G. 47.  M. 50.) τούτων ἐρεῖ· οὐδεὶς γὰρ ὑπὲρ τὸν διδάσκαλον· οὔτε ὁ ἀσθενὴς ἐν τῷ λόγῳ ἐλαττώσει τὴν παράδοσιν. Μιᾶς γὰρ καὶ τῆς αὐτῆς πίστεως οὔσης, οὔτε ὁ πολὺ περὶ αὐτῆς δυνάμενος εἰπεῖν ἐπλεόνασεν, οὔτε ὁ τὸ ὀλίγον, ἠλαττόνησε.

    ΤΟ δὲ πλεῖον ἔλαττον κατὰ σύνεσιν εἰδέναι τινὰς, οὐκ ἐν τῷ τὴν ὑπόθεσιν αὐτὴν ἀλλάσσειν γίνεται, καὶ ἄλλον Θεὸν παρεπινοεῖν παρὰ τὸν δημιουργὸν, καὶ ποιητὴν, καὶ τροφέα τοῦδε τοῦ παντὸς, 3ὡς μὴ ἀρκουμένους τούτους, ἢ ἄλλον

    95
    Χριστὸν, ἢ ἄλλον Μονογενῆ· ἀλλὰ ἐν τῷ τὰ ὅσα ἐν παραβολαῖς [*](LIB. I. iv. GR. I. iv. MASS. I. x. 3.) εἴρηται προσεπεργάζεσθαι, καὶ οἰκειοῦν τῇ τῆς πίστεως ὑποθέσει· καὶ ἐν τῷ τήν τε πραγματείαν καὶ οἰκονομίαν τοῦ Θεοῦ, τὴν ἐπὶ τῇ ἀνθρωπότητι γενομένην, ἐκδιηγεῖσθαι· καὶ ὅτι ἐμακροθόμησεν ὁ Θεὸς ἐπί τε τῇ 2τῶν παραβεβηκότων ἀγγέλων ἀποστασία, καὶ ἐπὶ τῇ παρακοῇ τῶν ἀνθρώπων, σαφηνίζειν· καὶ διὰ τί τὰ μὲν πρόσκαιρα, τὰ δὲ αἰώνια, καὶ τὰ μὲν οὐράνια, τὰ δὲ ἐπίγεια 3εἷς καὶ ὁ αὐτὸε Θεὸς πεποίηκεν, ἀπαγγέλλειν· καὶ διὰ τί ἀόρατος ὢν ἐφάνη τοῖς
    96
    [*](LIB. I. iv. GR. I. iv. MASS. I. x. 3.) προφήταις ὁ Θεὸς, οὐκ ἐν μιᾷ ἰδέᾳ, ἀλλὰ ἄλλως ἄλλοις, συνιεῖν· καὶ διὰ τί διαθῆκαι πλείοις γεγόνασι τῇ ἀνθρωπότητι μηνύειν, καὶ τίς ἑκάστης τῶν διαθηκῶν ὁ χαρακτὴρ, διδάσκειν καὶ διά τί συνέκλεισε 1πάντα ita iii. 22 εἰς ἀπείθειαν ὁ Θεὸς, ἵνα τοὺς πάντας ἐλεήση, ἐξερευνᾷν· καὶ διὰ τί ὁ λόγος τοῦ Θεοῦ σὰρξ ἐγένετο, καὶ ἔπαθεν, 2εὐχαριστεῖν· καὶ διὰ τί ἐπ᾿ [*](G. 48. M. 51.) ἐσχάτων τῶν καιρῶν ἡ παρουσία τοῦ υἱοῦ τοῦ Θεοῦ, τουτέστιν ἐν τῷ τέλει ἐφάνη ἡ ἀρχὴ, ἀπαγγέλλειν· καὶ περὶ τοῦ τέλους καὶ τῶν μελλόντων, ὅσα τε κεῖται ἐν ταῖς γραφαῖς, ἀναπτύσσειν· καὶ τί ὅτι τά ἀπεγνωσμένα ἔθνη συγκληρονόμα καὶ σύσσωμα, καὶ συμμέτοχα τῶν ἁγίων πεποίηκεν ὁ Θεὸς, μὴ σιωπᾷν· καὶ πῶς τὸ θνητὸν τοῦτο σαρκίον ἐνδύσεται ἀθανασίαν, καὶ τὸ φθαρτὸν ἀφθαρσίαν, διαγγέλλειν· πῶς τε 3ἐρεῖ,
    97
    Ὁ οὐ λαὸς, λαὸς, καὶ ἡ οὐκ ἠγαπημένη, ἠγαπημένη, καὶ πῶς [*](LIB. I. iv. GR. I. iv. MASS. I. x. 3.) Πλείονα τῆς ἐρήμου τὰ τέκνα μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα, κηρύσσειν. Ἐπὶ τούτων γὰρ καὶ ἐπὶ τῶν ὁμοίων αὐτοῖς ἐπεβόησεν ὁ Ἀπόστολος· Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ· ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνοξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. Ἀλλὰ οὐκ ἐν τῷ ὑπὲρ τὸν κτιστὴν καὶ Δημιουργὸν Μητέρα τούτων καὶ αὐτοῦ Ἐνθύμησιν Αἰῶνος πεπλανημένου παρεπινοεῖν, καὶ εἰς τοσοῦτον ἥκειν βλασφημίας· οὐδὲ suppl. ἐν τῷ τὸ ὑπὲρ ταύτην πάλιν Πλήρωμα, τὸν μὲν ἕνα, νῦν δὲ ἀνήριθμον φῦλον Αἰώνων ἐπιψεύδεσθαι, καθὼς λέγουσιν οὗτοι οἱ ἀληθῶς ἔρημοι θείας συνέσεως διδάσκαλοι· τῆς οὔσης Ἐκκλησίας πάσης μίαν καὶ τὴν αὐτὴν πίστιν ἐχούσης εἰς πάντα τὸν κόσμον, καθὼς προέφαμεν.

    98
    [*](LIB. I. v. 1. GR. I. v. 1. MASS. I. xi. 1.)

    1. ἼΔΩΜΕΝ νῦν καὶ τὴν τούτων ἄστατον l. ἀσύστ. [*](G. 49. M. 52.) γνώμην δύο που καὶ τριῶν ὄντων, πῶς περὶ τῶν αὐτῶν οὐ τὰ αὐτά λέγουσιν, ἀλλὰ τοῖς πράγμασι καὶ τοῖς ὀνόμασιν ἐναντία ἀποφαίνονται· Ὁ μὲν γὰρ 1πρῶτος, ἀπὸ τῆς λεγομένης γνωστικῆς αἱρέσεως τὰς 2ἀρχὰς εἰς 3ἴδιον χαρακτῆρα διδασκαλείου

    99
    μεθαρμόσας Οὐαλεντῖνος, οὕτως 1ἐξηροφόρησεν, ὁρισάμενος [*](LIB. I. v. 1. GR. I. v. 1. MASS. I. xi. 1.) εἶναι 2δοάδα ἀνονόμαστον, ἧς τὸ μέν τι καλεῖσθαι Ἄῤῥητον, τὸ δὲ Σιγήν. Ἔπειτα ἐκ ταύτης τῆς 3δυάδος δευτέραν δυάδα [*](II. xviii.)
    100
    [*](LIB. I. v. 1. GR. I. v. 1. MASS. I. xi. 1.) προβεβλῆσθαι, ἧς τὸ μέν τι Πατέρα ὀνομάζει, τὸ δὲ Ἀλήθειαν. [*](G. 50.) Ἐκ δὲ τῆς τετράδος ταύτης καρτοφορεῖσθαι Λόγον καὶ Ζωὴν, Ἄνθρωπον καὶ Ἐκκλησίαν· εἶναί τε ταύτην ὀγδοάδα πρώτην. Καὶ ἀπὸ μὲν τοῦ Λόγου καὶ τῆς Ζωῆς δέκα δυνάμεις λέγει προβεβλῆσθαι, καθὼς προειρήκαμεν· ἀπὸ δὲ τοῦ Ἀνθρώπου καὶ τῆς Ἐκκλησίας δώδεκα, ὧν μίαν ἀποστᾶσαν καὶ ὑστερήσασαν, [*](M. 53.) τὴν λοιπὴν πραγματείαν πεποιῆσθαι. Ὅρους τε δύο ὑπέθετο, ἕνα μὲν μεταξὺ τοῦ Βυθοῦ καὶ τοῦ λοιποῦ Πληρώματος, διορίζοντα τοὺς γεννητοὺς Αἰῶνας ἀπὸ τοῦ ἀγεννήτου Πατρός· ἕτερον δὲ τὸν ἀφορίζοντα αὐτῷ αὐτῶν τὴν μητέρα ἀπὸ τοῦ Πληρώματος. Καὶ τὸν Χριστὸν δὲ οὐκ ἀπὸ τῶν ἐν τῷ Πληρώματι Αἰώνων προβεβλῆσθαι, ἀλλὰ ὑπὸ τῆς μητρὸς, ἔξω 1suppl. δὲ γενομένης, κατὰ τὴν γνώμην τῶν κρειττόνων ἀποκεκυῆσθαι μετὰ σκιᾶς τινος. Καὶ τοῦτον μὲν, ἅτε ἄρρενα ὑπάρχοντα, ἀποκόψαντα ἀφʼ ἑαυτοῦ τὴν σκιὰν, ἀναδραμεῖν εἰς τὸ Πλήρωμα. Τὴν δὲ μητέρα ὑπολειφθεῖσαν μετὰ τῆς σκιᾶς, κεκενωμένην τε τῆς πνευματικῆς ὑποστάσεως, ἕτερον
    101
    υἱὸν προενέγκασθαι· καὶ τοῦτον εἶναι τὸν Δημιουργὸν, ὃν καὶ [*](LIB. I. v. 1. GR. I. v. 1. MASS. I. xi. 1.) παντοκράτορα λέγει τῶν ὑποκειμένων. Συμπροβεβλῆσθαι δὲ αὐτῷ καὶ ἄριστον l. ἀριστερὸν ἄρχοντα ἐδογμάτισεν, ὁμοίως τοῖς ῥηθησομένοις ὑφʼ ἡμῶν ψευόωνύμως Γνωστικοῖς. Καὶ τὸν Ἰησοῦν ποτὲ μὲν ἀπὸ τοῦ συσταλέντος ἀπὸ τῆς μητρὸς αὐτῶν, συναναχυθέντος ad. τε τοῖς ὅλοις προβεβλῆσθαί φησι, τουτέστι τοῦ Θελητοῦ· ποτὲ δὲ ἀπὸ τοῦ ἀναδραμόντος εἰς τὸ Πλήρωμα, τουτέστι τοῦ Χριστοῦ· ποτὲ δὲ ἀπὸ τοῦ Ἀνθρώπου καὶ τῆς Ἐκκλησίας. Καὶ τὸ Πνεῦμα δὲ τὸ ἅγιον ὑπὸ τῆς 1Ἐκκλησίας Ἀληθείας φησὶ προβεβλῆσθαι εἰς ἀνάκρισιν καὶ καρποφορίαν τῶν Αἰώνων, ἀοράτως εἰς αὐτοὺς εἰσιόν· δἰ οὗ τοὺς Αἰῶνας καρποφορεῖν τὰ φυτὰ τῆς ἀληθείας.

    [*](Epiph. Hær. xxxii. 1.)

    2. 3Σεκοῦνδος λέγει εἶ- Σεκοῦνδος μέν τις κατὰ [*](S. Hippolytl Philoaoph. vi. 38.) ναι τὴν πρώτην ὀγδοάδα, τὸ αὐτὸ ἅμα τῷ Πτολεμαίῳ τετράδα δεξιὰν καὶ τετράδα γενόμενος, οὗτος λέγει τετράἀριστεράν, οὕτως παραδιδοὺς δα εἶναι δεξιὰν καὶ τετράδα

    102
    [*](LIB. I. v. 2. GR. I. v. 2. MASS. I. xi. 2.) καλεῖσθαι, 1τὴν μὲν μίαν φῶς, δὲ ἄλλην σκότος· τὴν δὲ ἀποστᾶσάν τε καὶ ὑστερήσασαν δύναμιν μὴ εἶναι ἀπὸ τῶν τριάκοντα Αἰώνων, (ἀλλὰ) --- ἄλλος --- ἀριστερὰν καὶ φῶς καὶ σκότὴν [*](G. 51. M. 54.) τος· καὶ τὴν ἀποστᾶσαν δὲ καὶ ὑστερήσασαν δύναμιν οὐκ ἀπὸ τῶν τριάκοντα Αἰώνων λέγει γεγενῆσθαι, ἀλλʼ ἀπὸ· τῶν καρπῶν αὐτῶν. Ἄλλος
    103
    --- [*](Epiph. Hær. xxxii. 5.) --- ἐπὶ τὸ ὑψηλότερον καὶ γνωστικώτερον ἐπεκτεινόμενος, τὴν πρώτην τετράδα ---  οὕτως· Ἔστι τις πρὸ πάντων προαρχὴ, προανεννόητος, ἄῤῥητός τε καὶ ἀνονόμαστος, ἣν ἐγὼ μονότητα ἀριθμῶ. Τατῃ δέ τις ἐπιφανὴς διδάσκαλος [*](LIB. I. v. 2. GR. I. v. 2.) αὐτῶν --- --- --- --- οὕτως λέγει· Ἦν ἡ πρώτη ἀρχὴ ἀνεννόητος, ἀῤῥητός τε καὶ ἀνονόμαστος, ἣν μονότητα καλεῖ· ταύτῃ δὲ
    104
    [*](LIB. I. v. 2. GR. I. v. 2. MASS. I. xi. 3.) τῇ μονότητι συνυπάρχει δύναμις, ἣν καὶ αὐτὴν ὀνομάζω ἑνότητα. Αὕτη ἡ ἑνότης, ἥ τε μονότης, τὸ ἓν οὖσαι, προήκαντο, 1μὴ προέμεναι, ἀρχὴν ἐπὶ πάντων νοητὴν, ἀγέννητόν τε καὶ ἀόρατον, ἣν ἀρχὴν ὁ λόγος μονάδα καλεῖ. Ταύτῃ τῇ μονάδι συνυπάρχει δύναμις ὁμοούσιος αὐτῇ, ἣν καὶ αὐτὴν ὀνομάζω τὸ ἕν. Αὗται αἱ δυνάμεις, ἥ τε μονότης καὶ ἑνότης, τε καὶ τὸ ἓν, προήκαντο τὰς λοιπὰς προβολὰς τῶν [*](G. 52.) συνυπάρχ ειν δύναμιν, ἣν ὀνομάζει ἑνότοτα. Αὕτη ἡ ἑνότης εἴτε ἥ τε μονότης προήκαντο, καντο, μὴ προέμεναι, ἀρχὴν ἐπὶ πάντων νοητῶν ἀγέννητόν τε καὶ ἀόρατον, ἣν --- μονάδα καλεῖ. Ταύτῃ τῇ δυνάμει συνυπάρχει δύναμις ὁμοούσιος αὐτῇ, ἣν καὶ αὐτὴν ὀνομάζω τὸ ἕν. Αὗται αἱ τέσσαρες δυνάμεις --- --- προήκαντο τὰς λοιμονάς πὰς τῶν αἰώνων προβολάς.
    105
    Αἰώνων. Ἰοῦ ἰοῦ, καὶ φεῦ φεῦ. Τὸ τραγιὸν γὰρ ὡς ἀληθῶς1 [*](LIB. I. v. 2. GR. I. v. 2. MASS. I. xi. 4.) ἐπειπεῖν ἔστιν ἐπὶ τῇ τοιαύτῃ2 σιμφορᾷ τῶν τὰ γελοιώδη ταῦτα γεγραφότων τῆς τοιαύτης ὀνοματοποιΐας, καὶ τῇ τοσαύτῃ τόλμῃ, ὡς ἀπερυθριάσας τῷ ψεύσματι αὐτοῦ ὄνομα ὀνόματα τέθεικεν· ἐν γὰρ τῷ λέγειν, ἔστι τις προαρχὴ πρὸ πάντων, προανεννόητος, ἣν ἐγὼ μονάδα [*](M. 55.) μονότητα καλῶ· καὶ πάλιν, ταύτῃ τῇ μονάδι μονότητι συνυπάρχει δύναμις, ἣν καὶ αὐτὴν ἑνότητα ὀνομάζω· σαφέστατα, ὅτι τε πλάσμα πλάσματα αὐτοῦ ἐστι τὰ εἰρημένα, ὡμολόγηκε, καὶ ὅτι αὐτὸς ὀνόματα τέθεικε τῷ πλάσματι, ὑπὸ μηδενὸς πρότερον ἄλλου τεθειμένα. Καὶ σαφές ἐστιν, ὅτι αὐτὸς ταῦτα τετόλμηκεν ὀνοματοποιῆσαι· καὶ εἰ μὴ παρῆν τῷ βίῳ αὐτὸς, οὐκ ἂν ἡ ἀλήθεια εἶχεν ὄνομα. Οὐδὲν οὖν κωλύει, καὶ ἄλλον τινὰ ἐπὶ τῆς αὐτῆς ὑποθέσεως οὕτως ὁρίσασθαι 3ὀνόματα. ---

    106
    [*](Epiphan. Hær. xxxii.)

    3. 1Ἄλλοι δὲ πάλιν αὐτῶν τὴν πρώην καὶ ἀρχέγονον ὀγδοάδα τούτοις τοῖς ὀνόμασι κεκλήκασι· πρῶτον προαρχὴν, 3. Ἄλλοι δὲ πάλιν αὐτῶν [*](G. 53. S. Hipp. ibid.) τὴν πρώτην καὶ ἀρχαιόγονον ἀρχέγονον ὀγδοάδα τούτοις τοῖς ὀνομάσιν ἐκάλεσαν ---

    107
    ἔπειτα ἀνεννόητον, τὴν δὲ τρίτην ἄῤῥητον, καὶ τὴν τετάρτην ἀόρατον· καὶ ἐκ μὲν τῆς πρώτης Προαρχῆς προβεβλῆσθαι πρώτῳ καὶ πέμπτῳ [*](M. 56.) --- ἀρχὴν, ἐκ δὲ τῆς 1ἀρχῆς τῆς ἀνεννοήτου δευτέρῳ καὶ ἕκτῳ τόπῳ ἀκατάληπτον, ἐκ δὲ τῆς ἀῤῥήτου τρίτῳ καὶ ἑβδόμῳ τόπῳ ἀνονόμαστον, ἐκ δὲ τῆς ἀοράτου ἀγέννητον, πλήρωμα τῆς πρώτης ὀγδοάδος. Ταύτας βούλονται τὰς δυνάμεις προϋπάρχειν τοῦ --- τετάρτην ἀόρατον. [*](LIB. I. v. 3. GR. I. v. 3. MASS. I. xi. 5.) Καὶ ἐκ μὲν τῆς πρώτης προαρχῆς προβεβλῆσθαι πρώτῳ καὶ πέμπτῳ τόπῳ ἀρχήν· ἐκ δὲ τῆς ἀνεννοήτου, δευτέρῳ καὶ ἕκτῳ ἀκατάληπτον· ἐκ δὲ τῆς ἀῤῥήτου τρίτῳ καὶ ἑβδόμῳ τόπῳ, ἀνονόμαστον· ἐκ δὲ τῆς ἀοράτου, ἀγέννητον, πλήρωμα τῆς πρώτης ὀγδοάδος. Ταύτας βούλονται τὰς δυνάμεις προϋπάρχειν τοῦ Βυθοῦ καὶ τῆς Σιγῆς ---  Βυθοῦ καὶ τῆς Σιγῆς, ἵνα τελείων τελειότεροι φανῶσιν ὄντες, καὶ Γνωστικῶν γνωστικώτεροι· πρὸς οὓς δικαίως ἄν τις ἐπιφωνήσειεν· ληρολόγοι σοφισταί. Καὶ γὰρ περὶ αὐτοῦ
    108
    [*](LIB. I. v. 3. GR. I. v. 3. MASS. I. xi. 5.) τοῦ Βυθοῦ πολλαὶ καὶ διάφοροι γνῶμαι παῤ αὐτοῖς. Οἱ μὲν γὰρ αὐτὸν ἄζυγον λέγουσι, 1αήτε ἄῤῥενα, θήλειαν, 2μήτε ὅλως ὄντα τι. Ἄλλοι δὲ ἀῤῥενόθηλυν αὐτὸν λέγουσιν εἶναι, ἑρμαφροδίτου φύσιν αὐτῷ περιάπτοντες. Ἄλλοι δὲ περὶ αὐτοῦ τοῦ [*](S.Hipp. ibid.) Βυθοῦ ἀδιαφόρως κινούκενοι, οἱ μὲν αὐτὸν ἄζυγον λέγουσι, μήτε μήτε ἄῤῥενα μήτε θῆλυν, ἄλλοι δὲ τὴν Σιγὴν θήλειαν αὐτῷ συμπαρεῖναι, καὶ εἶναι ταύτην πρώτην συζυγίαν. Σιγὴν δὲ πάλιν ἄλλοι συνευνέτιν αὐτῷ προσάπτουσιν, ἵνα γένηται πρώτη συζογία.