Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

VII. Τὸν σταυρὸν ἐπαισχύνονται, τὸ πάθος χλευάζουσι, τὴν ἀνάστασιν κωμῳδοῦσιν. ἔγγονοί εἰσι τοῦ ἀρχεκάκου πνεύματος, τοῦ τὸν Ἀδὰμ διὰ τῆς γυναικὸς τῆς ἐντολῆς ἐξώσαντος, τοῦ τὸν Ἄβελ διὰ τοῦ Κάϊν ἀποκτείναντος, τοῦ τῷ Ἰὼβ ἐπιστρατεύσαντος, τοῦ κατηγοροῦντος Ἰησοῦ τοῦ τοῦ Ἰωσεδέκ, τοῦ ἐξαιτησαμένου σινιασθῆναι τῶν ἀποστόλων τὴν πίστιν, τοῦ τὸ ἰουδαϊκὸν πλῆθος ἐπεγείραντος τῷ κυρίῳ, τοῦ καὶ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας, ὧν ῥύσεται ἡμᾶς ὁ κύριος Ἰησοῦς Χριστός, ὁ δεηθεὶς μὴ ἐκλείπειν τὴν πίστιν τῶν ἀποστόλων, οὐχ ὡς μὴ αὐταρκῶν φυλάξαι αὐτήν, ἀλλ’ ὡς χαίρων τῇ τοῦ πατρὸς ὑπεροχῇ.

2. πρέπον οὖν ἐστιν ἀπέχεσθαι τῶν τοιούτων, καὶ μήτε κατ’ ἰδίαν περὶ αὐτῶν λαλεῖν μήτε κοινῇ, προσέχειν δὲ νόμῳ καὶ προφήταις καὶ τοῖς εὐαγγελισαμένοις ὑμῖν τὸν σωτήριον λόγον. τὰς δὲ δυσωνύμους αἱρέσεις καὶ τοὺς τὰ σχίσματα ποιοῦντας φεύγετε ὡς ἀρχὴν κακῶν