Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

5. οὐ μὴν δέ, ἀλλὰ καὶ μετὰ τὸ ἐπιδεῖξαι ἑαυτὸν αὐτοῖς, ὅτι ἀληθῶς, ἀλλ’ οὐ τὸ δοκεῖν ἐγήγερται, καὶ συνέφαγεν αὐτοῖς καὶ συνέπιεν ἄχρις ἡμερῶν ὅλων τεσσαράκοντα· καὶ οὕτω σὺν τῇ σαρκὶ βλεπόντων αὐτῶν ἀνελήφθη πρὸς τὸν ἀποστείλαντα αὐτόν, σὺν αὐτῇ πάλιν ἐρχόμενος μετὰ δόξης καὶ δυνάμεως. φασὶν γὰρ τὰ λόγια· Οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ’ ὑμῶν εἰς τὸν οὐρανὸν οὕτως ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν.

6. εἰ δὲ ἄνευ σώματός φασιν ἔρχεσθαι ἐπὶ συντελείᾳ τοῦ αἰῶνος, πῶς αὐτὸν καὶ ὄψονται οἱ ἐκκεντήσαντες καὶ ἐπιγνόντες κόψονται ἐφ’ ἑαυτοῖς; ἀσωμάτων γὰρ οὔτε εἶδος οὔτε χαρακτήρ ἐστιν ἤ τι μίμημα ζώου μορφὴν ἔχοντος, διὰ τὸ ἁπλοῦν τῆς φύσεως.