Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

II. Ταῦτα γὰρ πάντα ἔπαθεν δι’ ἡμᾶς. καὶ ἀληθῶς ἔπαθεν καὶ οὐ δοκήσει, ὡς καὶ ἀληθῶς ἀνέστη· ἀλλ’ οὐχ ὥσπερ τινὲς τῶν ἀπίστων, ἐπαισχυνόμενοι τὴν τοῦ ἀνθρώπου πλάσιν καὶ τὸν σταυρὸν καὶ αὐτὸν τὸν θάνατον, λέγουσιν, ὅτι δοκήσει καὶ οὐκ ἀληθείᾳ ἀνείληφε τὸ ἐκ τῆς παρθένου σῶμα καὶ τὸ δοκεῖν πέπονθεν, ἐπιλαθόμενοι τοῦ εἰπόντος· Ὁ λόγος σὰρξ ἐγένετο, καί· Λύσατε τὸν ναὸν τοῦτον, καὶ διὰ τριῶν ἡμερῶν ἐγερῶ αὐτόν, καί· Ἐὰν ὑψωθῶ ἀπὸ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.

2. οὐκοῦν ὁ λόγος ἐν σαρκὶ ᾤκησεν· ἡ σοφία γὰρ ἑαυτῇ ᾠκοδόμησεν οἶκον. ὁ λόγος τὸν ἑαυτοῦ ναόν, λυθέντα ὑπὸ τῶν χριστομάχων Ἰουδαίων, ἀνέστησεν τῇ τρίτῃ ἡμέρᾳ. ὁ λόγος, ὑψωθείσης αὐτοῦ τῆς σαρκὸς κατὰ τὸν ἐν τῇ ἐρήμῳ χαλκοῦν ὄφιν, πάντας εἵλκυσεν πρὸς ἑαυτὸν εἰς σωτηρίαν αἰώνιον.