Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

VII. Εἰ γὰρ κατὰ σάρκα με ἠθέλησάν τινες πλανῆσαι, ἀλλὰ τὸ πνεῦμά μου οὐ πλανᾶται· παρὰ γὰρ θεοῦ αὐτὸ εἴληφα. οἶδε γὰρ, πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει καὶ τὰ κρυπτὰ ἐλέγχει. ἐκραύγασα γὰρ μεταξὺ ὤν, ἐλάλουν μεγάλῃ φωνῇ (οὐκ ἐμὸς ὁ λόγος, ἀλλὰ θεοῦ)· Τῷ ἐπισκόπῳ προσέχετε καὶ τῷ πρεσβυτερίῳ καὶ τοῖς διακόνοις.

2. εἰ δὲ ὑποπτεύετέ με ὡς προμαθόντα τὸν μερισμόν τινων λέγειν ταῦτα, μάρτυς μοι, δι’ ὃν δέδεμαι, ὅτι ἀπὸ στόματος ἀνθρώπου οὐκ ἔγνων. τὸ δὲ πνεῦμα ἐκήρυξέ μοι λέγον τάδε· Χωρὶς ἐπισκόπου μηδὲν ποιεῖτε· τὴν σάρκα ὑμῶν ὡς ναὸν θεοῦ τηρεῖτε, τὴν ἕνωσιν ἀγαπᾶτε, τοὺς μερισμοὺς φεύγετε, μιμηταὶ γίνεσθε Παύλου καὶ τῶν ἄλλων ἀποστόλων, ὡς καὶ αὐτοὶ τοῦ Χριστοῦ.

VIII. Ἐγὼ μὲν οὖν τὸ ἴδιον ἐποίουν ὡς ἄνθρωπος εἰς ἕνωσιν κατηρτισμένος, ἐπιλέγων καὶ τοῦτο, ὅτι, οὗ διάστασις γνώμης καὶ ὀργὴ καὶ μῖσος, ἐκεῖ θεὸς οὐ κατοικεῖ. πᾶσιν οὖν τοῖς μετανοοῦσιν ἀφίει ὁ θεός, ἐὰν συνδράμωσιν εἰς ἑνότητα Χριστοῦ καὶ συνεδρείαν τοῦ ἐπισκόπου. πιστεύω τῇ

χάριτι Ἰησοῦ Χριστοῦ, ὅτι λύσει ἀφ’ ἡμῶν πάντα σύνδεσμον ἀδικίας.

2. παρακαλῶ οὖν ὑμᾶς· μηδὲν κατ’ ἐρίθειαν πράσσετε, ἀλλὰ κατὰ χριστομαθίαν· ἤκουσα γάρ τινων λεγόντων, ὅτι, ἐὰν μὴ ἐν τοῖς ἀρχείοις εὕρω τοῦ εὐαγγελίου, οὐ πιστεύω. τοῖς δὲ τοιούτοις ἐγὼ λέγω, ὅτι ἐμοὶ ἀρχεῖά ἐστιν Ἰησοῦς ὁ Χριστός, οὗ παρακοῦσαι πρόδηλος ὄλεθρος. ἄθικτόν μοί ἐστιν ἀρχεῖον ὁ σταυρὸς αὐτοῦ καὶ ὁ θάνατος καὶ ἡ ἀνάστασις αὐτοῦ καὶ ἡ πίστις ἡ περὶ τούτων· ἐν οἷς θέλω ἐν τῇ προσευχῇ ὑμῶν δικαιωθῆναι.

3. ὁ ἀπιστῶν τῷ εὐαγγελίῳ πᾶσιν ὁμοῦ ἀπιστεῖ· οὐ γὰρ πρόκειται τὰ ἀρχεῖα τοῦ πνεύματος. σκληρὸν τὸ πρὸς κέντρα λακτίζειν, σκληρὸν τὸ Χριστῷ ἀπιστεῖν, σκληρὸν τὸ ἀθετεῖν τὸ κήρυγμα τῶν ἀποστόλων.

IX. Καλοὶ μὲν οἱ ἱερεῖς καὶ οἱ τοῦ λόγου διάκονοι, κρείσσων δὲ ὁ ἀρχιερεὺς ὁ πεπιστευμένος τὰ ἅγια τῶν ἁγίων, ὃς μόνος πεπίστευται τὰ κρυπτὰ τοῦ θεοῦ. καλαὶ αἱ λειτουργικαὶ τοῦ θεοῦ δυνάμεις.

2. καλὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον, ὅ ἐστιν ὑπὲρ πάντα τὰ ἅγια ἁγιώτατον καὶ τοῦ λόγου διάκονος. ὑπὲρ πάντας δὲ τοὺς ἁγίους ὁ ἁγιώτατός ἐστιν ὁ ἀρχιερεύς, ὁ ὢν ἄγγελος καὶ διάκονος τοῦ πατρὸς καὶ ἄρχων τῶν λεγεώνων τῆς στρατιᾶς τῆς ἐπουρανίου, δι’ οὗ ὁ πατὴρ τὰ πάντα πεποίηκεν καὶ τῶν ὅλων προνοεῖ· οὗτός ἐστιν ἡ πρὸς τὸν πατέρα ἄγουσα ὁδός, ἡ πέτρα, ὁ φραγμός, ἡ κλείς, ὁ ποιμήν, τὸ ἱερεῖον, ἡ θύρα τῆς γνώσεως, δι’ ἧς εἰσῆλθον Ἀβραὰμ καὶ

Ἱσαάκ καὶ Ἰακώβ, Μωσῆς καὶ ὁ σύμπας τῶν προφητῶν χορὸς καὶ οἱ στῦλοι τοῦ κόσμου, οἱ ἀπόστολοι, καὶ ἡ νύμφη τοῦ Χριστοῦ, ὑπὲρ ἧς φερνῆς λόγῳ ἐξέχεεν τὸ οἰκεῖον αἷμα, ἵνα αὐτὴν ἐξαγοράσῃ. πάντα ταῦτα εἰς ἑνότητα τοῦ ἑνὸς καὶ μόνου ἀληθινοῦ θεοῦ.

3. ἐξαίρετον δέ τι ἔχει τὸ εὐαγγέλιον, τήν παρουσίαν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τὸ πάθος, αὐτὴν τὴν ἀνάστασιν. ἃ γὰρ οἱ προφῆται κατήγγελλον λέγοντες· Ἕως ἂν ἔλθῃ, ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν, ταῦτα ἐν τῷ εὐαγγελίῳ πεπλήρωται· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. πάντα οὖν ὁμοῦ καλά, ὁ νόμος, οἱ προφῆται, οἱ ἀπόστολοι, τὸ πᾶν συνάθροισμα τὸ δι’ αὐτῶν πιστεῦσαν· μόνον ἐὰν ἀγαπῶμεν ἀλλήλους.

X. Ἐπειδὴ κατὰ τὴν προσευχήν ὑμῶν καὶ τὰ σπλάγχνα, ἃ ἔχετε ἐν Χριστῷ Ἰησοῦ, ἀπηγγέλη μοι εἰρηνεύειν τὴν ἐκκλησίαν τὴν ἐν Ἀντιοχείᾳ τῆς Συρίας, πρέπον ἐστὶν ὑμῖν ὡς ἐκκλησίᾳ θεοῦ, χειροτονῆσαι ἐπίσκοπον εἰς τὸ πρεσβεῦσαι ἐκεῖ θεοῦ πρεσβείαν, εἰς τὸ συγχωρηθῆναι αὐτοῖς ἐπὶ τὸ αὐτὸ γενομένοις καὶ δοξάσαι τὸ ὄνομα τοῦ θεοῦ.