Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]

Ignatius of Antioch

Ignatius of Antioch. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: Henry Laupp, 1913.

VIII. Πολλὰ γάρ σε λανθάνει· ἡ παρθενία Μαρίας, ὁ παράδοξος τοκετός, ὅστις ὁ ἐν τῷ σώματι, ὁ ἡγούμενος ἀστὴρ τῶν ἐν ἀνατολῇ, τῶν τὰ δῶρα κομιζόντων μάγων, ἀρχαγγέλου ἀσπασμὸς πρὸς παρθένον, παρθένου παράδοξος σύλληψις μεμνηστευμένης, παιδὸς προδρόμου κηρυκεία ἐπὶ τῷ ἐκ τῆς παρθένου καὶ ἐν κοιλίᾳ σκίρτησις ἐκ τοῦ προθεωρουμένου,

2. ἀγγέλων ὕμνοι ἐπὶ τῷ τεχθέντι, ποιμένων εὐαγγελία, Ἡρῴδου φόβος ἐπὶ ἀφαιρέσει βασιλείας, νηπιοκτόνον πρόσταγμα, εἰς Αἴγυπτον μετανάστασις, ἐκεῖθεν ἐπὶ τὰ τῇδε ἐπάνοδος, σπάργανα παιδικά, ἀπογραφὴ ἀνθρωπίνη, γαλακτοτροφία, ὄνομα πατρὸς οὐ σπείραντος, φάτνη διὰ τὸ μὴ εἶναι τόπον, οὐδεμία παρασκευὴ ἀνθρωπίνη, αὐξήσεως προκοπή, ἀνθρώπινα ῥήματα, πεῖνα, δίψα, ὁδοιπορία, κόπος, θυσιῶν προσκομιδαί,

ἐπειδὴ καὶ περιτομή,

3. βάπτισμα, φωνὴ θεοῦ ἐπὶ τῷ βαπτιζομένῳ, ὅστις καὶ πόθεν, μαρτυρία πνεύματος καὶ θεοῦ ὑπεράνωθεν, φωνὴ Ἰωάννου προφήτου σημαίνουσα πάθος διὰ τῆς τοῦ ἀμνοῦ προσηγορίας, σημείων διαφόρων ἐνέργειαι, ἰάσεις ποικίλαι, ἐπιτίμησις δεσποτικὴ προστάττουσα θαλάττῃ καὶ ἀνέμοις, πνεύματα πονηρὰ φυγαδευόμενα, σεαυτὸν στρεβλούμενον, ἐκ τῆς τοῦ φαινομένου δυνάμεως αἰκιζόμενον, οὐκ ἔχοντα ὅ τι ποιήσῃς.

4. ταῦθ’ ὁρῶν ἰλιγγιᾷς, καὶ ὅτι παρθένος ἡ τεκοῦσα, ἠγνόεις· ἀλλ’ ἐξέπληττέν σε ἡ τῶν ἀγγέλων ὑμνολογία, ἡ τῶν μάγων προσκύνησις, ἡ τοῦ ἀστέρος ἐπιτολή. εἰς ἄγνοιαν σὺ παλινδρομεῖς διὰ τὰ εὐτελῆ· μικρὰ γάρ σοι δοκεῖ σπάργανα, φάτνη, περιτομή, γαλακτοτροφία· ἀνάξιά σοι ταῦτα κατὰ θεοῦ καταφαίνεται.